Ἀπολυτίκιον
Ἦχος πλ. α´. Τὸν συνάναρχον Λόγον.
Τὸν σταυρόν σου ἐπ᾿ ὤμων ἄρας ἀοίδιμε, ὁλοψύχως Κυρίῳ κατηκολούθησας,
Ἱλαρίων ἀθλητὰ γενναιότατε· καὶ νῦν οἰκεῖς τοὺς οὐρανούς, μετὰ πάντων
ἀθλητῶν, τὸν κτίστην καθιλαρύνων, ὑπὲρ ἡμῶν τῶν ἐν πίστει, ἐπιτελούντων σου
τὸ μνημόσυνον.
Κοντάκιον
Ἦχος β´. τὰ ἄνω ζητῶν.
Τὸν κόσμον λιπὼν Χριστῷ ἠκολούθησας, ἀθλήσας δὲ στεῤῥός, αὐτῷ νῦν
παρίστασαι, μαρτυρίου αἵματι καὶ ἀσκήσεως πόνοις καλλυνόμενος Ἱλαρίων· ὅθεν
καὶ ἀνεδείχθης μαρτύρων καὶ ὁσίων ὁμόσκηνος.
Κάθισμα
Ἦχος γ´. Θείας πίστεως.
Θείαν ἔννοιαν ἐν σῆ καρδίᾳ, φέρων ἔνδοξε τῶν ἐπιγείων, ἀντηλλάξω τὰ θεῖα καὶ
μόνιμα, καὶ συγχορεύων ἀγγέλοις γηθόμενος, ἐπαπολαύεις τῆς θείας λαμπρότητος·
ὅθεν ἅγιε Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Ἕτερον Κάθισμα
Ἦχος α´. Χορὸς Αγγελικός.
Ἀσκήσει σὴν ψυχήν, καὶ δακρύων τοῖς ῥείθροις, ἁγνίσας ἐναθλῶν, Ἱλαρίων
νομίμως, ἐνδόξως ἐλάμπρυνας, καὶ παρέθου τῷ κτίστῃ σου, ὡς οὖν ἔτυχες, οὗπερ
ἐπόθεις δυσώπει, τὸ ἀνείκαστον, τῶν οἰκτιρμῶν αὐτοῦ πλῆθος, σωθῆναι πάντας
ἡμᾶς.
Ἕτερον Κάθισμα
Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Καθελὼν του πονηροῦ, τὰς πολυπλόκους μηχανάς, ἀνδρειότητι φρενῶν, νίκης
βραβεῖα ἐκ Θεοῦ, ὦ Ἱλαρίων ἀπείληφας ἐπαξίς· καὶ νῦν πρὸς οὐρανοὺς
κατεσκήνωσας, Αγγέλων σὺν χοροῖς ἀγαλλόμενος, μεθ᾿ ὧν ἡμῶν μνημόνευε, τῶν
πίστει ἐπιτελούντων τὴν μνήμην σου, καὶ προσκυνούντων τὴν τῶν λειψάνων θήκην
ἀξιοθαύμαστε.
Ἕτερον Κάθισμα
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ἀσκητικῶς τὸν πονηρὸν συμπατήσας, ἀθλητικῶς Μάρτυς Χριστοῦ ἐδοξάσθης,
καθυπομείνας βάσανα τελεἵῳ νοἵ· ὅθεν συνηρίθμησαι, τοῖς χοροῖς τῶν μαρτύρων,
καὶ τὴν αἰωνίζουσαν βασιλείαν ἐκτήσω, ἐν ᾗ χορεύων μέμνησο ἡμῶν, τῶν
ἐκτελούντων ἐν πίστει τὴν μνήμην σου.
Ὁ Οἶκος
Τὸν γενναῖον ἐν μάρτυσιν Ἱλαρίωνα, ἐν
ἀσμάτων ᾠδαῖς εὐφημήσωμεν οἱ φιλέορτοι. Οὗτος γἀρ ὁ καρτερόψυχος, τῇ τοῦ
Χριστοῦ δυνάμει θωρακισθείς, πάντα τὰ τοῦ βίου τερπνὰ ὡς σκύβαλα ἐλογίσατο,
καὶ σαρκὸς μηδόλως φεισάμενος, εἰς τὸ στάδιον τῆς ἀθλήσεως ἀπεδύσατο· ἔνθα
τὴν μὲν τῶν Αγαρηνῶν ἀσέβειαν θριαμβεύσας, τὴν δὲ τοῦ Χριστοῦ ὀρθόδοξον
πίστιν ἐν παῤῥησίᾳ κηρύξας, ὑπὲρ ἧς καὶ πολυειδέσι βασάνοις δοκιμασθείς,
ἀνεδείχθης μαρτύρων καὶ ὁσίων ὁμόσκηνος.
Ἰδιόμελον ἐκ τῆς Λιτῆς
Ἦχος α΄ .
Τὸν λαμπρὸν ἀριστέα τοῦ Χριστοῦ, Ἱλαρίωνα τὸν ἔνδοξον, συνελθόντες ὦ
φιλόχριστοι, μαρτυρικοῖς ἐγκωμίοις, καταχρέως εὐφημήσωμεν. Οὗτος γὰρ τὸν
πρὸς ἐχθροὺς ἀοράτους πόλεμον ὑπελθών, καὶ νομίμως ἀθλήσας, τὸν τῆς νίκης
στέφανον ἀξίως ἐδέξατο· καὶ νῦν ἐν οὐρανοῖς μετ’ ἀγγέλων χορεύων, αἰτεῖται
ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.
Ἕτερον Ἰδιόμελον ἐκ τῆς Λιτῆς
Ἦχος α΄ .
Γενναῖε μάρτυς τοῦ Χριστοῦ Ἱλαρίων, ἐπαξίως εὐφημοῦμεν τὴν μνήμην σου, σὲ
γὰρ οὐ βίαι τυραννικαί, οὐ θωπεῖαι ἀπατηλαί, οὐ βασάνων ἐπιφοραί, οὐδ’ αὐτὸς
ὁ ἐπίπονος θάνατος τῆς πρὸς Χριστὸν ἀγάπης χωρίσαι ἴσχυσαν, καὶ νῦν ἐν
οὐρανοῖς παριστάμενος τῷ θρόνῳ τῆς θείας δόξης αὐτοῦ, καὶ τῆς ἐκεῖθεν
ἀποῤῥεούσης δόξης τε καὶ λαμπρότητος, πλουσίως ἐμπιπλάμενος, αἴτησαι
δωρηθῆναι καὶ ἡμῖν τὸ μέγα ἔλεος.