Ἀπολυτίκιον
Ἦχος πλ. α΄. Τὸν Συνάναρχον Λόγον.
Ἱλασμοῦ τῶν πταισμάτων τυχοῦσα πάνσεμνε, τῷ φέγγει τῆς μετανοίας
καταυγασθεῖσα τὸν νοῦν, τῆς ἀσκήσεως ἐφάνης θεῖον σέμνωμα, ὅθεν θαυμάτων
δωρεᾶς, σὲ ἠξίωσε Χριστός, Πανσέμνη Ὁσία Μῆτερ, Ὃν δυσώπει τοῦ οἰκτηρῆσαι,
ἡμᾶς τοὺς πίστει εὐφημοῦντάς σε.
Έτερον Ἀπολυτίκιον
Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ὁσίως βιώσαντες ἐπὶ τῆς γῆς τὴν ἰσχύν, ἐχθροῦ ἐταπείνωσαν ὁ Θεοφάνης ὁμοῦ,
Πανσέμνη ἡ πάνσεμνος, ὅθεν τῆς οὐρανίου, βασιλείας τυχόντες, ἄπαυστον
ἱκεσίαν τῷ Θεῷ ἐκτελοῦσι, ὑπὲρ τῶν ἐπιτελούντων αὐτῶν, μνήμην τὴν εὔσημον.
Κοντάκιον
Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Τὴν τῶν Ὁσίων ξυνωρίδα εὐφημήσωμεν, τὸν Θεοφάνην, ἀσκητῶν τὸ ἐγκαλλώπισμα,
καὶ Πανσέμνην μετανοίας εὔοσμον μῦρον, ἣν ὁ Ὅσιος τὸν Κύριον μιμούμενος, ἐκ
βυθοῦ τῆς ἁμαρτίας ἀνελκύσατο, ἀνακράζοντες· Παμμακάριστοι χαίρετε.
Μεγαλυνάριον
Χαίροις μετανοίας εἰλικρινοῦς,
Πανσέμνη Ὁσία, ὑποτύπωσις ἐναργής, χαίροις ποδηγέτα, αὐτης πρὸς σωτηρίαν,
Θεόφανες Ὁσίων ἄνθος ἡδύπνευστον.
Ὁ Οἶκος
Ἄφθαρτον εἰληφότες, ἐκ χειρὸς τοῦ
Κυρίου, τὸ στέφος Θεόφανες καὶ Πανσέμνη, ἀσιγήτως ὑμνεῖτε Αὐτόν, καὶ νῦν τὰς
δεήσεις ἡμῶν προσδέξασθε, τῶν τιμώντων τὴν μνήμην πιστῶς καὶ ἐκβοώντων κατὰ
χρέος·
Χαίρετε, βάσεις τῆς Ἐκκλησίας·
χαίρετε, κρίνα τῆς ἀφθαρσίας.
Χαῖρε, Θεόφανες, τῶν ἀσκητῶν σύγκληρος·
χαῖρε, ἀσωμάτων Ἀγγέλων, ἐφαμιλλος.
Χαῖρε, Πανσέμνη, γνησίας μετανοίας διάγγελμα·
χαῖρε, τῶν ἐν βίῳ ἁμαρτανόντων τὸ ἐνίσχυμα.
Χαῖρε, Χριστοῦ μιμησάμενος τὴν ἀγάπην·
χαῖρε, τὴν ἁμαρτωλὸν διορθώσας τῆς πλάνης.
Χαῖρε, ἡ καθαρθεῖσα τοῖς δάκρυσι·
χαῖρε, ἡ λαμπρυνθεῖσα τοῖς πέρασι.
Χαίρετε, σκεύη ἡγιασμένα·
χαίρετε, Θεῷ καθιερωμένα.
Παμμακάριστοι χαίρετε.
Κάθισμα
Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Μετὰ τὴν α΄ στιχολογίαν
Ἐμπόνοις στεναγμοῖς, καὶ δακρύων τοῖς ῥείθροις, τοὺς σπίλους τῶν παθῶν,
ἐκκαθάρασα Μῆτερ, ἐγένου καθαρώτατον, τῆς Τριάδος παλάτιον, τῷ βαπτίσματι,
καὶ σὺν φρονίμοις παρθένοις, εἰσελήλυθας, εἰς τὸν οὐράνιον γάμον, Πανσέμνη
θεόληπτε.
Έτερον Κάθισμα
Ἦχος γ΄. Θείας πίστεως.
Μετὰ τὴν β΄ στιχολογίαν
Φῶς προσέλαβες, θεογνωσίας, θείοις ῥήμασι, τοῦ Θεοφάνους, καὶ τὸ σκότος τῆς
ἁμαρτίας ἐδίωξας, ἐν τῇ ἐρήμῳ Πανσέμνη κατώκησας, καὶ ἀρεταῖς τὴν ψυχὴν
κατελάμπρυνας, ὅθεν γέγονας, Ὁσίων ἰσοστάσιος, καὶ σκεῦος ἐκλογῆς τοῦ θείου
Πνεύματος.
Έτερον Κάθισμα
Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Μετὰ τὸν Πολυέλεον
Θεοφάνης σήμερον, σὺν τῇ Πανσέμνῃ, ὡς ἀστέρες λάμποντες, περιαυγάζουσιν ἡμᾶς,
τοὺς ἀνυμνούντας τὴν ἄσκησιν, καὶ τοὺς ἀγῶνας, οὓς ἄμφω διήνυσαν.
Έτερον Κάθισμα
Ἦχος γ΄. Τὴν ὡραιότητα.
Χειραγωγοῦντα σε, πρὸς βίον ἄΰλον, καὶ ὑποδείξαντα, ὁδὸν ἀσκήσεως, τὸν
Θεοφάνην ὁ Σωτήρ, ἀπέστειλεν φιλανθρώπως, ὅθεν τοῦ βαπτίσματος, τῷ φωτὶ
ἀπαστράψασα, ἅπασαν κατέλιπες, ἡδονῶν ἀμαυρότητα, καὶ γέγονας Ὁσία Πανσέμνη,
σκεῦος Θεοῦ ἡγιασμένον.