Ἀπολυτίκιον
Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.
Tὴν ἐπίγειον δόξαν, πάτερ, κατέλειπες καταυγασθεὶς τῇ ἐλλάμψει τῆς ἐπινοίας
Θεοῦ, ὅθεν ἔφανας ἐν γῇ ὡς ἄστρον ἄδυτον· θείας φωνῆς γὰρ ὡς Μωσῆς μυστικῶς
ἀξιωθείς, ἰσάγγελος ἀνεδείχθης καὶ δωρημάτων ταμεῖον, Ἰωαννίκιε μακάριε.
Ἕτερον Ἀπολυτίκιον
Ἦχος πλ. δ´.
Ταῖς τῶν δακρύων σου ῥοαίς,τῆς ἐρήμου τὸ ἄγονον ἐγεώργησας· καὶ τοῖς ἐκ
βάθους στεναγμοῖς, εἰς ἑκατὸν τοὺς πόνους ἐκαρποφόρησας· καὶ γέγονας φωστήρ,
τῇ οἰκουμένῃ λάμπων τοῖς θαύμασιν, Ἰωαννίκιε Πατὴρ ἡμῶν Ὅσιε· Πρέσβευε
Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Κοντάκιον
Ἦχος πλ. δ’. Τῇ ὑπερμάχῳ.
Ἀστὴρ ἐφάνης παμφαὴς ἐπὶ γῆς λαμπῶν, καὶ τοὺς ἐν ζόφῳ τῶν παθῶν περιαυγάζων,
ἰατρὸς δὲ ἀρωγότατος τῶν νοσούντων, ἀλλ' ὡς χάριν εἰληφώς, τὴν τῶν ἰάσεων,
τοῖς αἰτοῦσι σε παράσχου πᾶσαν ἴασιν, ἵνα κράζωμεν. Χαίροις Πάτερ, Ἰωαννίκιε.
Κάθισμα
Ἦχος γ´. Τὴν ὡραιότητα.
Κόσμου τερπνότητα, προθύμως ἔλιπες, καὶ τῷ Δεσπότῃ σου, κατηκολούθησας,
ἔρωτι θείῳ τὴν ψυχήν, τρωθείς, Ἰωαννίκιε· ὅθεν καὶ τὴν κάμινον, τῶν παθῶν
ἐναπέσβεσας, δρόσω τῇ τοῦ Πνεύματος, τοῦ Ἁγίου πανόλβιε· διὸ σὺν τοῖς,
Ἀγγέλοις χορεύεις, νῦν τούτων τὸν βίον μιμησάμενος.
Ὁ Οἶκος
Ἤστραψεν ἐν τῷ κόσμῳ ὁ θεόληπτος βίος τῶν σῶν κατορθωμάτων,
Παμμάκαρ, καὶ ἀπήλασε πᾶσαν ἀχλὺν ψυχικῶν παθημάτων, καὶ φῶς ἄϋλον κατηύγασε,
τοῖς πίστει σοὶ καὶ πόθῳ ἐκβοῶσι ταῦτα.
Χαίροις, τερπνὸν Μοναζόντων κλέος, χαίροις, φωστὴρ διαυγὴς τοῦ κόσμου.
Χαίροις, τῶν νοσούντων ταχεῖα παράκλησις, χαίροις, εὐρωστούντων ἀκλόνητον
ἔρεισμα.
Χαίροις, ὅτι τὴν ἐπίγειον ἀπεβάλου στρατιάν, χαίροις, ὅτι τὰ οὐράνια
ἀντηλλάξω τῶν φθαρτῶν.
Χαίροις, τῶν θείων ὄντως ἀρετῶν ὁ ταμίας, χαίροις τῶν ἀπορρήτων αὐτουργὸς
θαυμασίων.
Χαίροις, παθῶν παντοίων καθαίρεσις, χαίροις, ἡμῶν προστάτης θερμότατος.
Χαίροις, παντὸς ἑτοιμότατος ῥύστης, χαίροις, παντὸς καταφύγιον κόσμου.
Χαίροις, Πάτερ Ἰωαννίκιε.