Ἀπολυτίκιον
Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Τῶν ἐν Ἄθῳ πατέρων τὸ ἐγκαλλώπισμα, καὶ τοῦ σεπτοῦ κοινοβίου, Σίμωνος Πέτρας
βλαστός, ἀνεδείχθης ἐπ' ἐσχάτων Ἱερώνυμε, σὺ γὰρ ἀνῖσχες ὡς φωστήρ, ἐν τῷ
ἄστει Ἀθηνῶν, φωτίζων πιστῶν τὰ πλήθη· καὶ νῦν μὴ παύσῃ πρεσβεύων, ὑπὲρ ἡμῶν
τῶν ἀνυμνούντων σε.
Κοντάκιον
Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Ὡς τῶν ὁσίων μιμητὴν τὸν ἀκριβέστατον, καὶ καθηγούμενον ἐν Ἄθῳ Ἱερώνυμον, οἱ
πιστοὶ ἐπευφημήσωμεν ἐγκαρδίως· ἐν Ἀθήναις γὰρ ὡς ἄγγελος ἐβίωσε, καὶ
πολλοὺς πρὸς τὸν Σωτῆρα καθωδήγησε· διὸ κράζομεν· χαίροις πάτερ πανεύφημε.
Μεγαλυνάριον
Χαίροις ἀσκουμένων ὑπογραμμός, τοῦ
Ἄθωνος κλέος, Ἀθηναίων ἡ χαρμονή, χαίροις τῶν ὁσίων, προσθήκη λαμπροτάτη,
καὶ Σίμωνος ἡγῆτορ, ὦ Ἱερώνυμε.
Κάθισμα
Ἦχος α΄. Τὸν τάφον σου Σωτήρ.
Μετὰ τὴν α΄ Στιχολογίαν.
Ἐν Ἄθῳ ὡς ἀστήρ, Ἱερώνυμε πάτερ, ἀνέτειλας πολλούς, ταῖς αὐγαῖς σου φωτίζων,
ἀλείπτης γὰρ θεόσοφος, ἀνεδείχθης ἀγῶσί σου, ὅθεν σήμερον, τὴν σὴν ἐπέτειον
ὕμνοις, ἑορτάζοντες, τοὺς θαυμαστούς σου ἀγῶνας, φαιδρῶς μεγαλύνομεν.
Έτερον Κάθισμα
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Μετὰ τὴν β΄ Στιχολογίαν.
Συκοφαντίας, μοναστῶν ἀνοήτων, ἐν τῇ Μονῇ σου, Ἱερώνυμε πάτερ, καὶ κοσμικῶν
ὁμοίως διεσκέδασας, βίου καθαρότητι, προσευχαῖς καὶ νηστείαις, ἀτυφίᾳ λόγων
σου, ὥσπερ ἄγγελος ἄλλος, διὸ καὶ κάραν ἔθραυσας ἐχθροῦ, πατρὸς τοῦ ψεύδους,
καὶ πάσης κακώσεως.
Έτερον Κάθισμα
Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Μετὰ τὸν Πολυέλεον.
Τὰ σὰ λείψανα πάτερ τὰ ἱερά, ὥσπερ χείμαρρος ὤφθησαν δωρεῶν, σοφὲ Ἱερώνυμε
καὶ πολλοῖς ἐχαρίσατο, τὴν ἰατρείαν πάτερ ψυχῆς καὶ τοῦ σώματος, καὶ τοῦ
νοὸς εἰρήνην, παθῶν τὴν ἀφάνειαν. Ὅθεν γηθοσύνως, ἀσπαζόμεθα κάραν, καὶ
πάντα ὀστέα σου, τὰ μυρίπνοα Ἅγιε, αἰτούμενοι ἅπαντες, ταῖς ἱκετηρίαις ταῖς
σαῖς, ἐκφυγεῖν τὸ σκότος τὸ ἐξώτερον, καὶ τυχεῖν Βασιλείας, τῆς ἄνω
ἐλπίζομεν.
Έτερον Κάθισμα
Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Τὸ πρῶτον ἱέρευσας ἐν τῇ Μονῇ σου καλῶς, καὶ εἶτα διέλαμψας ἐν ταῖς Ἀθήναις
σοφέ, ὡς ἄστρον πολύφωτον, σὺ γὰρ τῇ ταπεινώσει, καὶ ἀσκήσει συντόνῳ,
εἵλκυσας Παρακλήτου, ἐνεργείας πλουσίως, διὸ καὶ ἐχορήγεις, πᾶσιν ἰάματα.
Ὁ Οἶκος
Ἄγγελος ἐν
τῷ Ἄθῳ,
Ἱερώνυμε ὤφθης,
ἐν χρόνοις τοῖς ἐσχάτοις θεόφρον,
ὡς ἡγούμενος γὰρ τῆς Μονῆς,
τοῦ ὁσίου πατρὸς μάκαρ τοῦ Σίμωνος,
ἐφώτισας μονάζοντας,
καὶ κοσμικοὺς τοὺς σοὶ βοῶντας·
Χαῖρε τὸ σκεῦος πολλῶν χαρίτων,
χαῖρε τὸ μέλος χοροῦ ἁγίων·
χαῖρε κοινοβίου τοῦ Σίμωνος καύχημα,
χαῖρε παντὸς Ἄθω μολπὴ καὶ μελώδημα·
χαῖρε ὅτι ἐταπείνωσας σεαυτὸν διὰ Χριστόν,
χαῖρε ὅτι κατενίκησας τὸν ἀόρατον ἐχθρόν·
χαῖρε ὅτι ἐν μέσῳ Ἀθηνῶν διαλάμπεις,
χαῖρε ὅτι ἀνδρείως τὰ σὰ πάθη σκεδάζεις·
χαῖρε ἀνδρῶν ἀζύγων τὸ καύχημα,
χαῖρε σεμνῶν ἐγγάμων τὸ θάρσημα·
χαῖρε πολλῶν κοσμικῶν βακτηρία,
χαῖρε βροτῶν ἀσθενῶν θεραπεία·
χαίροις πάτερ πανεύφημε.