Ἀπολυτίκιον
Ἦχος πλ. α ́. Τὸν συνάναρχον Λόγον.
Συνεργίᾳ τῆς Χάριτος κόσμῳ ἔλαμψας ὡς ὑμνηπόλος Ἁγίων, ἐγκρατευτὰ θαυμαστέ,
Ἄννης Σκήτεως Μικρᾶς Ἁγίας ἔνοικε, χρηστοηθείας κορυφὴ καὶ εὐχῆς καρδιακῆς,
Γεράσιμε, μυροθήκη· διὸ τιμῶντές σε πόθῳ θερμὰς εὐχάς σου ἐκδεχόμεθα.
Κοντάκιον
Ἦχος πλ. δ ́. Τῇ Ὑπερμάχῳ.
Τὸν τηρητὴν τῆς Ὀρθοδόξου Παραδόσεως, ὑμνογραφοῦντα ἐμμελῶς τὰ κατορθώματα
τῶν Ἁγίων, εὐφημήσωμεν κατ’ ἀξίαν, προσευχῆς ὡς ἐραστὴν καὶ ταπεινώσεως
ἐνδιαίτημα καὶ νοῦν πνευματοκίνητον πόθῳ κράζοντες· Χαίροις, πάτερ Γεράσιμε.
Μεγαλυνάριον
Χαίροις, ὑμνογράφων νεολαμπῶν κλέϊσμα
καὶ Ἄθω νέον κόσμημα, λιγυρὰ Πνεύματος κινύρα, Γεράσιμε, Ἁγίων ὁ ἐξυμνήσας
ἄρτι πόθῳ τὰ σκάμματα.
Ὁ Οἶκος
Ἄριστος ὑμνηπόλος τῆς Χριστοῦ
Ἐκκλησίας, Γεράσιμε θεόπνευστε, ὤφθης, ἐναρέτου κανὼν ἀγωγῆς,
ταπεινοφροσύνης, προσευχῆς, νήψεως ἀκρότης καὶ ἀσκήσεως διάκοσμε· διὸ βοῶμεν·
Χαῖρε, Βορείου Ἠπείρου γόνος·
χαῖρε, ὡραίου ἀγῶνος πόλος.
Χαῖρε, οἰκιστὴς θεοφόρος τοῦ Ἄθωνος·
χαῖρε, πολιστὴς τῆς ἐρήμου ἰσάγγελος.
Χαῖρε, Σκήτεως ἀγλάϊσμα Ἄννης θείας τῆς Μικρᾶς·
χαῖρε, πρόβολος καὶ σέμνωμα πολιτείας καθαρᾶς.
Χαῖρε, ὅτι ὑπάρχεις ταπεινώσεως κέρας·
χαῖρε, ὅτι ἐδείχθης προσευχῆς θεῖον σέλας.
Χαῖρε, χαρίτων δρόσος θεόσδοτος·
χαῖρε, ᾀσμάτων χεὶρ θεοκίνητος.
Χαῖρε, Ἁγίων ὁ θεῖος ὑμνήτωρ·
χαῖρε, ἀζύγων ὁ νέος κοσμήτωρ·
Χαίροις, πάτερ Γεράσιμε.
Κάθισμα
Ἦχος α ́. Τὸν τάφον Σου, Σωτήρ.
Μετὰ τὴν α ́ Στιχολογίαν
Αὐλὸς ποιμενικὸς καὶ γλυκύλαλος ὤφθης τερπνῶν μελῳδιῶν, Παρακλήτου σαμβύκη,
στρουθὸς λιγυρόφθογγος καὶ κρουόμενον ὄργανον αὔραις Πνεύματος, θεοειδὲς
Ἀθωνῖτα, οὗ τὸν κάλαμον ἐκίνει χάρις πρὸς ὕμνων, Γεράσιμε, σύνθεσιν.
Έτερον Κάθισμα
Ἦχος δ ́. Ταχὺ προκατάλαβε.
Μετὰ τὴν β ́. Στιχολογίαν
Τῇ χάριτι ἤνυσας τῆς τοῦ Κυρίου Μητρὸς ὁδὸν τῆς ἀσκήσεως Ἁγίας Ἄννης Μικρᾶς
ἐν Σκήτῃ ὡς ἄσαρκος οὔσῃ ἀπαρακλήτῳ ἑβδομήκοντα ἔτη, Ὅσιε Ὑμνογράφε,
ἀσιγήτως δοξάζων Χριστὸν καὶ τοὺς Ἁγίους ὑμνῶν πόθῳ, Γεράσιμε.
Έτερον Κάθισμα
Ἦχος γ ́. Τὴν ὡραιότητα.
Μετὰ τὸν Πολυέλεον
Ὁ ὀξυγράφος σου καὶ θεῖος κάλαμος Ἁγίων ὕμνησε πληθύν, Γεράσιμε, Προδρόμου
θείου ἐραστὰ τῶν πόνων καὶ τῆς Καλύβης φερωνύμῳ Ἄθωνος οἰκιστὰ τούτῳ Ὅσιε·
ὅθεν μεγαλύνοντες νυχθημέρους καμάτους σου πρὸς κτῆσιν ἀρετῆς σοὶ βοῶμεν·
Χαῖρε, ὑμνογραφίας κέρας.
Έτερον Κάθισμα
Ἦχος γ ́. Θείας πίστεως.
Νεαυγέστατον Ἁγίας Ἄννης πάντες Σκήτεως Μικρᾶς φωστῆρα εὐφημήσωμεν,
Γεράσιμον Ὅσιον, ὡς ποιητὴν ἱερὸν ὕμνους ᾄδοντα πνευματικοὺς τοῖς Ἁγίοις τοῦ
Κτίσαντος καὶ γλυκύλαλον στρουθίον, ζωὴν ἐν Ἄθωνι ἐκθύμως κελαδῆσαν τὴν
ἰσάγγελον.
Ἰδιόμελον ἐκ τῆς Λιτῆς
Ἦχος α ́.
Εὐφραίνου ἐν Κυρίῳ ὁ Ἁγιώνυμος Ἄθως καὶ σκίρτα καὶ ἀγάλλου ἡ τῆς Μικρᾶς
Ἁγίας Ἄννης Σκήτη, ὅτι ἐν σοὶ ὡς κυπάρισσος ἀρετῶν εὐθυτενὴς ἐξήνθησεν ὁ
Ὑμνογράφος τῶν Ἁγίων, Γεράσιμος ὁ θεοείκελος· οὗτος γὰρ τὴν πετρώδη καὶ
ἀπαράκλητον αὐτῆς ἔρημον συντόνου ἀσκήσεως ἁγιάσας πόνοις Ἀγγέλων ἰσοστάσιος
ὤφθη καὶ τῇ εὐκλείᾳ ἰσότιμος· ὅθεν χάριν εἴληφε δαψιλῶς θεόθεν ἀδιαλείπτως
πρεσβεύει ὑπὲρ τοῦ σύμπαντος κόσμου καὶ σωτηρίας τῶν ψυχῶν ἡμῶν.
Έτερον Ἰδιόμελον ἐκ τῆς Λιτῆς
Ἦχος β ́.
Μαθητεύσας ἐν ὑπακοῇ τῇ ψυχοτρόφῳ ἀρχέτυπον ταπεινώσεως ὤφθης, φίλος γνήσιος
τοῦ δι’ ἡμᾶς δούλου μορφὴν λαβόντος, καὶ σκεῦος ψυχικῆς εἰρήνης καὶ
πραότητος, Γεράσιμε, ἀρετῆς τῶν Ἁγίων ὑμνῆτορ· ἀξιωθεὶς ὅθεν διδάξαι τοὺς
φοιτητάς σου ξενιτείαν, παρθενίαν καὶ ἀκτησίαν ὑπακοῆς αὐτοὺς ζηλωτὰς
ἀνέδειξας καὶ Χριστοῦ ὑμνηπόλους, τοῦ παρέχοντος πᾶσι τὸ μέγα καὶ πλούσιον
ἔλεος.
Έτερον Ἰδιόμελον ἐκ τῆς Λιτῆς
Ἦχος γ ́.
Τῇ ἐρωτουργῷ ἐνεργείᾳ τοῦ Παναγίου Πνεύματος, προσευχῇ ἀδιαλείπτῳ καὶ
μεθέξει ἐν τοῖς ἀγῶσι τῶν Ἁγίων τὸν κάλαμόν σου ἐπέθετες ἐπὶ τοῦ χάρτου πρὸς
ἀποτύπωσιν πνευματικῶν μελῳδημάτων, Γεράσιμε, Μεγάλε τῆς Ἐκκλησίας Χριστοῦ
Ὑμνογράφε· ὅθεν πολλάκις ἔτυχες τῆς εὐαρεσκείας τῶν ἐξυμνουμένων Ἁγίων καὶ
τοῦ δοξάσαντος αὐτοὺς Κυρίου, τοῦ δωρουμένου ἡμῖν εὐχαῖς σου τὸ ἄμετρον
ἔλεος.
Έτερον Ἰδιόμελον ἐκ τῆς Λιτῆς
Ἦχος δ ́.
Τὸν προσηνῆ καὶ ἐνάρετον Γέροντα, τὸν ἅλατι πάντοτε ἠρτυμένον λόγον ἔχοντα
καὶ τηροῦντα εὐλαβικῶς τὴν φυλακὴν τῶν αἰσθήσεων, Γεράσιμον, τὸν
Μικραγιαννανίτην Ὅσιον, τιμήσωμεν καὶ αὐτῷ ἐν κατανύξει βοήσωμεν· Πάτερ
πνευματέμφορε, ὁ οἰκοδομῶν φθέγμασι καὶ παραδείγματι ἰδίῳ τοὺς προσιόντας
σοι πρὸς ψυχικὴν ὠφέλειαν, μὴ παύσῃ τοῦ Κυρίου δεόμενος ὑπὲρ τῶν τιμώντων
τὴν μνήμην σου.