Ἀπολυτίκιον
Ἦχος δ’.
Εὐφραίνου ἔρημος ἡ σὺ τίκτουσα, εὐθύμησον ἡ οὐκ ὠδίνουσα· ὅτι ἐπλήθυνέ σοι
τέκνα, ἀνήρ ἐπιθυμιῶν τῶν τοῦ Πνεύματος, εὐσεβείᾳ φυτεύσας, ἐγκρατείᾳ
ἐκθρέψας, εἰς ἀρετῶν τελειότητα. Ταῖς αὐτοῦ ἱκεσίαις, Χριστέ ὁ Θεός,
εἰρήνευσον τήν ζωήν ἡμῶν.
Κοντάκιον
Ἦχος πλ. δ’. Ὡς ἀπαρχάς τῆς φύσεως.
Ἐν τῇ σεπτῇ γεννήσει σου, χαράν ἡ κτίσις εὕρατο· καί ἐν τῇ θείᾳ μνήμῃ σου
Ὅσιε, τήν εὐθυμίαν ἔλαβε τῶν πολλῶν σου θαυμάτων· ἐξ ὧν παράσχου πλουσίως
ταῖς ψυχαῖς ἡμῶν, καί ἀποκάθαρον ἁμαρτημάτων κηλίδας, ὅπως ψάλλωμεν,
Ἀλληλούϊα.
Κάθισμα
Ἦχος δ’. Ἐπεφάνης σήμερον.
Τῷ φωτὶ λαμπόμενος τῷ ἀπροσίτῳ, ὡς ἀστὴρ ἐξέλαμψας, ἐν ταῖς ἐρήμοις,
διδαχαῖς, καταφωτίζων Εὐθύμιε, τοὺς ἀδιστάκτῳ ψυχῇ προσιόντας σοι.
Ἕτερον Κάθισμα
Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.
Τὰς φροντίδας τοῦ βίου ἀπαρνησάμενος, καὶ Ἀγγέλων τὸν βίον ἀναλαβόμενος,
ἐγκρατείᾳ τὴν ψυχὴν κατελάμπρυνας· καὶ θαυμάτων ἐκ Θεοῦ, χάριν ἐδέξω δαψιλῶς,
Εὐθύμιε θεοφόρε, ὑπὲρ ἡμῶν ἱκετεύων, τῶν εὐσεβῶς εὐφημούντων σε.
Ἕτερον Κάθισμα
Ἦχος πλ. δ’. Τὴν Σοφίαν καὶ Λόγον.
Τὴν πτωχείαν τὴν ὄντως τοῦ δι᾿ ἡμᾶς, ἐκ Παρθένου τεχθέντος ἀναλαβών, ἡγήσω
τὰ πρόσκαιρα, ὡσεὶ χόρτον Μακάριε· τοῦ γνωστικοῦ γὰρ ξύλου γευσάμενος Ὅσιε,
Μοναζόντων ἐδείχθης, Διδάσκαλος ἔνθεος· ὅθεν καὶ πρὸς ζῆλον, Ἀγγελικῆς
πολιτείας, διήγειρας ἅπαντας, καὶ πρὸς γνῶσιν τῆς Πίστεως. Σημαιοφόρε
Εὐθύμιε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς
ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Ἕτερον Κάθισμα
Ἦχος πλ. δ’. Τὴν Σοφίαν καὶ Λόγον.
Ἐγκρατείας ἐλαίῳ τὴν τῆς ψυχῆς, ἐκπληρώσας λαμπάδα πνευματικῶς, ποθῶν τὴν
ἀείφωτον, τοῦ Νυμφίου σου ἔλευσιν, προσευχαῖς ἀγρύπνοις, ἐτήρησας, Ὅσιε, καὶ
νυμφῶνι τούτου, εὐφραίνει μακάριε· ὅθεν ἐπαξίως τὴν τρυφὴν ἐκομίσω, τὴν
ὄντως ἀείζωον, καὶ θαυμάτων ἐνέργειαν. Θεοφόρε Εὐθύμιε, πρέσβευε Χριστῷ τῷ
Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν
μνήμην σου.
Ὁ Οἶκος
Οἱ ἐν πάσῃ τῇ γῇ μαρτυρήσαντες.
Ἐκ ῥᾳθύμου καρδίας τὴν αἴνεσιν, πῶς προσοίσω ὁ ἄθλιος δέδοικα, καὶ ὑμνήσω
τὸν μέγαν Εὐθύμιον; ἀλλὰ τούτου θαρρῶν ταῖς δεήσεσιν, ἐν εὐθυμίᾳ καὶ σπουδῇ
πολλῇ, τῇ ᾠδῇ ἐγχειρήσω, καὶ πᾶσιν ἐξείπω αὐτοῦ τὴν πολιτείαν, καὶ τὴν
γέννησιν, καὶ πῶς οἱ τούτου γονεῖς ἔψαλλον τό, Ἀλληλούϊα.