Ἀπολυτίκιον
Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ποιμὴν ἀληθέστατος, καὶ μοναστῶν ἀρχηγός, ἐδείχθης πανόσιε, τῆς ἐν τῇ Θάσῳ
μονῆς, Δανιὴλ ἀξιΰμνητε· ὅθεν καὶ ἰαμάτων, ἐκομίσω τὴ χάριν, νέμων τοῖς
προσιοῦσι, τὰς ἰάσεις ἀφθόνως, τοῖς πόθῳ σου τὴν μνήμην τελοῦσι πανόλβιε.
Κοντάκιον
Ἦχος πλ. δ΄. Τῇ ὑπερμάχῳ.
Ὡς μοναζόντων ποδηγέτην καὶ διδάσκαλον, καὶ νήσου Θάσου πολιοῦχον εὐφημοῦμέν
σε, Δανιήλ, ἐπιτελοῦντες σεπτήν σου μνήμην, ὡς οὖν ἔχων παῤῥησίαν πρὸς τὸν
Κύριον, ἐκδυσώπει ἡμᾶς, ῥύσασθαι κακώσεως, ἵνα κράζωμεν· Χαίροις Πάτερ
πανόσιε.
Ὁ Οἶκος
Ἄνθρωπος μὲν τῇ φύσει, ἐχρημάτισας
μάκαρ, ἀλλ’ ὤφθης συμπολίτης Ἀγγέλων, ὠς γὰρ ἄσαρκος ἐπὶ γῆς βιοτεύων,
σαρκὸς πάσαν τὴν πρόνοιαν ἀπέῤῥιψας, διὸ καὶ παρ’ ἠμῖν ἀκούεις·
Χαῖρε τῆς Θάσου βλαστὸς καὶ γόνος·
χαῖρε τῆς νήσου ἁπάσης πόνος.
Χαῖρε Ἁγίου Πνεύματος οἰκητήριον·
χαῖρε τῆς Τριάδος φαιδρὸν ἐργαστήριον.
Χαῖρε λύχνε διακρίσεως, ἀπαστράπτων τηλαυγῶς·
χαῖρε ἄστρον διοράσεως, καταυγάζον φαεινῶς.
Χαίροις ὅτι ἐκ νεότητος ἠκολούθησας Χριστῶ·
χαίροις ὅτι κατεμάρανας τῆς σαρκὸς τὰς ἡδονάς.
Χαίροις μοναζόντων πρόξενος σωτηρίας·
χαίροις τῶν ῤαθυμούντων τρόπος παρηγορίας.
Χαίροις ζυγὸν τοῦ Χριστοῦ ὁ βαστάσας·
χαίροις αὐλαῖς οὐρανίοις σκηνώσας.
Χαίροις Πάτερ Δανιὴλ Ὅσιε.
Κάθισμα
Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Ὡς ἥλιος φαιδρά, ἡ ἁγία σου μνήμη, ἀνέτειλεν ἡμῖν, Δανιὴλ θεομάκαρ,
φωτίζουσα ἅπαντας, τοῦς αὐτὴν ἑορτάζοντας, ἥν ἐκ πίστεως, ἐπιτελοῦντες
βοῶμεν, σκέπε, φύλαττε, πειρατηρίων τοῦ βίου, ἠμᾶς ταῖς πρεσβείαις σου.
Έτερον Κάθισμα
Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Εὐφραίνου ἐν Χριστῷ, νῆσος Θάσος ἰδοὺ γάρ, ἐπέφανέ σοι νῦν, Δανιῆλ τοῦ Ὁσίου,
ἡ μνήμη ἡ πάντιμος, τοὺς πιστοὺς καταυγάζουσα, ὅθεν σκίρτησον, μετὰ χαρὰς
ἐκβοῶσα, δόξα, αἴνεσις, σὺ τῶν Ὁσίων ὐπάρχεις, Χριστὲ καὶ κραταίωμα.
Έτερον Κάθισμα
Ἦχος πλ. δ΄. Τὸ προσταχθέν.
Ἀγαλλιάσθω ἡ σεμνὴ νῆσος τῆς Θάσου, καὶ εὐφραινέσθω ἡ πληθὺς πᾶσα Θασίων, ὡς
προστάτην θερμότατον πλουτήσασα μέγαν, καὶ κρήνην πολλῶν θαυμάτων καὶ δωρεῶν,
παντοίων ἀῤῥωστημάτων ἀπαγωγήν, Δανιὴλ τὸν θαυμάσιον. Διὸ συμφώνως αὐτῶ
βοῶμεν ἀρυόμενοι· Χαίροις Πάτερ τρισόλβιε.
Έτερον Κάθισμα
Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Κατεπλάγησαν σοφέ, τῶν Ἀσωμάτων οἱ χοροί, σὲ ὁρῶντες ἐπὶ γῆς, βιοῦντα ὡς ἐν
Οὐρανοῖς, καὶ ἐκδιδάσκοντα τὴν ποίμνην σου, θεομάκαρ, πορεύεσθαι ἀεί, πρὸς
τὰς εὐθείας ὁδούς, εἰς δόξαν καὶ τιμήν, τοῦ φιλανθρώπου Θεοῦ, ὅς διὰ τοῦτο
πλείστοις σε χαρίσμασι, καὶ θαυμασίοις ἐδόξασε. Καὶ νῦν πρεσβεύεις, εἰς τὸ
σῳθῆναι τοὺς τιμῶντας τὴν μνήμην σου.
Ἰδιόμελον ἐκ τῆς Λιτῆς
Ἦχος α΄.
Φαιδρύνεται σήμερον, ἡ θεόσωστος Θάσος, τῇ παγγεράστῳ μνήμῃ σου Δανιὴλ
ὁσιώτατε, καὶ ἡ τῶν ὀρθοδόξων Ἐκκλησία λαμπρῶς καταυχάται ὑμνοῦσά σε, πιστῶν
δὲ τὰ πλήθη, τῶν σῶν θαυμάτων ἀρυόμενα πανηγυρίζει. Ἀλλ’ ὦ συμπαθέστατε
Πάτερ, πρέσβευε ὑπὲρ ἡμῶν πρὸς τὸν Κύριον, δωρηθῆναι εἰρήνην τῷ κόσμῳ,
εὐρωστίαν, καὶ ταῖς ψυχαῖς ἠμῶν τὸ μέγα καὶ πλούσιον ἔλεος.