Ἀπολυτίκιον
Ἦχος δ'. Ὁ ὑψωθεῖς ἐν τῷ Σταυρῷ.
Ὡς διαλάμπων ἀρετῶν ταὶς ἀκτίσι, τοῦ ἐν τῷ στηθεῖ τοῦ Δεσπότου πεσόντος, ἐκ
πόθου προσεπέλασας τῷ θείῳ φωτί, ὅθεν ὡς θεόπνευστος, Ἱεράρχης ἐμπρέψας,
ἴθυνας τὴν ποίμνην σου, πρὸς νομὰς ἀληθείας. Καὶ νῦν δυσώπει πάντοτε Χριστόν,
Πάτερ Βουκόλε, ὑπὲρ τῶν τιμώντων σε.
Έτερον Ἀπολυτίκιον
Ἦχος δ’.
Κανόνα πίστεως, καὶ εἰκόνα πραότητος, ἐγκρατείας διδάσκαλον, ἀνέδειξε σε τῇ
ποίμνῃ σου, ἡ τῶν πραγμάτων ἀλήθεια· διὰ τοῦτο ἐκτήσω τῇ ταπεινώσει τὰ ὑψηλά,
τῇ πτωχείᾳ τὰ πλούσια. Πάτερ Ἱεράρχα Βουκόλε, πρέσβευε Χριστῷ τῷ θεῷ,
σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Κοντάκιον
Ήχος πλ. δ'. Τη Υπερμάχω Στρατηγώ.
Ως ιεράρχην Εκκλησίας ευφημούμεν σε, ως μαθητήν και μιμητήν, Βουκόλε
πάνσοφε, μαθητών Χριστού προ πάντων ηγαπημένου` μεθ` ου πρέσβευε ρυσθήναι
τους τιμώντας σε, εκ παντοίων ανάγκης και περιστάσεων, και βοώντας σοι:
Χαίροις Πάτερ τρισόλβιε.
Ὁ Οἶκος
Άγγελος εδείχθης εν σαρκί θεοφόρε,
ισάγγελον βιώσας εν γη βίον` εις θεωρίας γαρ επίβασιν την πράξιν εύρες
θεόπνευστε άγουσαν, και ως τις άσαρκος ήρθης τω Πνεύματι μετάρσιος εμβατεύων
εις τα άδυτα και απόρρητα Θεού μυστήρια. Όθεν ακούεις:
Χαίρε πασών αρετών ταμείον.
Χαίρε φωτός του θείου δοχείον.
Χαίρε ιερόν εγκρατείας εντρύφημα.
Χαίρε αγνείας λαμπρόν ενδιαίτημα.
Χαίρε λύχνε παμφαέστατε, καταυγάζων τους πιστούς.
Χαίρε στύλε πυραυγέστατε, τον νέον Ισραήλ οδηγών.
Χαίρε ποιμένων ακριβέστατος τύπος.
Χαίρε χαρίτων ευωδέστατος κήπος.
Χαίρε αστήρ Ασίας λαμπρότατος.
Χαίρε φωστήρ Σμυρναίων φαεινότατος.
Χαίρε δι ου η Εκκλησία κοσμείται.
Χαίρε δι ου Χριστός ανυμνείται.
Χαίροις Πάτερ τρισόλβιε.
Κάθισμα
Ἦχος δ’. Ὁ ὑψωθεὶς.
Ἱερωσύνης τῷ φωτὶ διαλάμπων, ἐφωταγώγησας λαοὺς Ἱεράρχα, τὸ τῶν εἰδώλων
σκότος τε ἠφάνισας αἴγλῃ ἰαμάτων δέ, τῶν παθῶν τὴν ὁμίχλην, λύσας
μεταβέβηκας, πρός τὸ ἄδυτον φέγγος, ὑπὲρ ἡμῶν πρεσβεύων ἐκτενῶς, τῶν σὲ
τιμώντων, Βουκόλε Μακάριε.