ΑΓΙΟΛΟΓΙΑ |
ΟΣΙΟΣ ΑΝΔΡΕΑΣ Ο ΕΡΗΜΙΤΗΣ ΚΑΙ ΘΑΥΜΑΤΟΥΡΓΟΣ |
Όσιος Ανδρέας ο Ερημίτης και Θαυματουργός
Ο Όσιος Ανδρέας ο Ερημίτης και
Θαυματουργός είναι άγνωστος στους Συναξαριστές. Στοιχεία για τη ζωή του
καθώς και την Ακολουθία του, έγραψε ο Ανδρέας ο Ιδρωμένος ο Υπάργιος (+
1847).
|
ΥΜΝΟΛΟΓΙΑ |
Ἀπολυτίκιον
Ἦχος α΄. Τῆς ἐρήμου πολίτης. Έτερον Ἀπολυτίκιον
Ἦχος δ'. Ο ἔνσαρκος ἄγγελος Κοντάκιον
Ἦχος β’. Τὰ ἄνω ζητῶν. Έτερον Κοντάκιον
Ἦχος γ΄. Ἡ Παρθένος σήμερον. Μεγαλυνάριον
Τοῖς Ἀνδρέα μάκαρ τῷ σῷ ναῷ, τῷ ἐν τῷ
σπηλαίῳ, ἐρχομένοις καὶ τὴν σεπτήν, μνήμην σου τελοῦσι, πιστοῖς εἰρήνην
δίδου, ὑγείαν καὶ τοῖς πᾶσι, πάτερ τὴν ἄφεσιν. Έτερον Μεγαλυνάριον
Σωφρόνως ἐν κόσμῳ διαβιῶν, ἀγγελικὸν
βίον ἐπεπόθησας ἀγαθέ. ῞Οθεν Χριστὸς ἠξίωσέν σε σύσκηνον τῶν ὁσίων καί τῶν
ἁγίων πάντων, Ἀνδρέα ὅσιε. Έτερον Μεγαλυνάριον
᾿Εν Καλάνᾳ, πάτερ, δοκιμασθείς, εὐχῇ
καὶ ἀσκήσει καὶ ἀγῶσι πνευματικοῖς, χάριτι ἠξιώθης στεφάνων θείας δόξης καὶ
βασιλέων δάφνας, Ἀνδρέα ὅσιε. Έτερον Μεγαλυνάριον
Δῆμοι τῶν Ἀγράφων εὐλαβεῖς καί τῆς
Αἰτωλίας οἱ φιλόθεοι εὐσεβεῖς ἀθρόως προσκυνοῦσιν Ἀνδρέου τὴν παλαίστραν, τὸ
σκάμμα τῆς Καλάνας τὸ θεοτίμητον Ὁ Οἶκος
Τὴν φωνὴν τὴν τοῦ εὐαγγελίου πάτερ
ἀκούσας, σοὺς οἰκείους καὶ τὰ πάντα καὶ τοῦ Μονοδένδρου τόπον ἐγκαταλείψας,
καὶ τὸν σταυρόν σου ἐπ’ ὠμῶν ἀράμενος, τὴν ὁδὸν τοῦ Κυρίου ἀνεπιστρόφως
διήνυσας. Καὶ ἐλθὼν εἰς τὸ Καλάνης Ὅρος, ταῖς μὲν προσευχαῖς καὶ νηστείαις
καὶ χαυμευνείαις τὸν Θεὸν εὐαρεστήσας, τοῖς δὲ σοῖς δάκρυσι τὴν ἔρημον πᾶσαν
κατήρδευσας. Ὅθεν καὶ παρὰ τοῦ ἁγίου Πνεύματος πηγὴν χαρισμάτων εἴληφας, τοῦ
ποιεῖν τὰ θαύματα, καὶ πηγάζειν ἰάματα, τοῖς ἐν πίστει προσιοῦσι σοι. Ἐν ,
δὲ τῇ τελευτῇ σοῦ, ὑπὸ τοῦ Κυρίου δοξαζόμενος, ὡς ἥλιος ἐν τῷ σπηλαίῳ
ἐλαμψας, καὶ πυρσοὺς εἰς οὐρανὸν ἀναβαίνοντας, ἄνωθεν τοῦ σπηλαίου ἔδειξας.
Καὶ ἰδοῦσα τὸ σημεῖον ἡ τῆς Ἄρτης ἁγία βασίλισσα, μετ’ εὐλαβείας σπεύσασα,
τὴν ταφήν σου ἐποιήσατο, καὶ οἶκον ἐπὶ τῷ ὀνόματί σου μέγαν ἀνήγειρεν. Σὺν
αὕτη σὺν καὶ ἡμεῖς πάτερ ἀοίδιμε, ἐν κατανύξει βοῶμεν σοι. Χαίροις πάνσοφε
Ἀνδρέα πατέρων δόξα καὶ κλέος καὶ καύχημα. Κάθισμα
Ἦχος ἅ΄. Τὸν τάφον σου Σωτήρ.
|
|