Ἀπολυτίκιον
Ήχος α’. Του λίθου σφραγισθέντος.
Θεὸν τὸν σαρκωθέντα εὐθαρσῶς ὡμολόγησας, τὰ Ἀγαρηνῶν καταπτύσας, ἀπιστίας
διδάγματα. Πυρὶ δὲ ὑπ' αὐτῶν κατακαείς, ἀρώμασιν ἐπλήρωσας τὴν γῆν, ὦ
Θεόφιλε τρισμάκαρ, τοῦ Θεοῦ φίλε γνήσιε. Χαίροις οὖν Νεομάρτυς τοῦ Χριστοῦ,
χαίροις Ἐκκλησίας τὸ καύχημα, τῆς Ζακύνθου χαίροις ὁ γόνος, καὶ τῆς Χίου
ἐγκαλλώπισμα.
Κοντάκιον
Ήχος γ’. Η Παρθένος σήμερον.
Χριστοῦ δῆμος ᾄσμασιν, ἀνευφημεῖ ἐπαξίως, τοὺς λαμπροὺς ἀγῶνάς σου, Μάρτυς
Θεόφιλε θεῖε, ἤνεγκας, καὶ γὰρ γενναίως εἱρκτὴν ζοφώδη, ἔφερας, πικρὰς
αἰκίας καὶ ἀνυποίστους, καὶ τὸν θάνατον ἐδέξω, πυρὸς ἐν μέσῳ, ὡς φίλος ὄντως
Θεοῦ.
Μεγαλυνάριον
Ἄνθος ἐκ Ζακύνθου φυὲν τερπνόν,
ἄθλοις Μαρτυρίου, εὐωδίασε νοητῶς, τοὺς πιστοὺς ἐν Χίῳ, Θεόφιλος ὁ θεῖος,
πυρὶ τακεὶς τὰς σάρκας, Χριστοῦ τῷ ἔρωτι.
Έτερον Μεγαλυνάριον
Τοὺς ἀσπαζομένους σου Ἀθλητά, τὴν
σεπτὴν εἰκόνα, καὶ τὰ λείψανα εὐλαβῶς, καὶ τὴν θείαν μνήμην, τελοῦντες
ἐτησίως, περίσωζε Θεόφιλε, ταῖς πρεσβείαις σου.
Ὁ Οἶκος
Τῷ ἀΰλῳ πυρὶ τῆς τοῦ Χριστοῦ ἀγάπης
πυρποληθεὶς τὴν ψυχήν, Θεόφιλε μακάριε, τοῦ ὑλικοῦ πυρὸς τὴν παφλάζουσαν
φλόγα οὐκ ἔδεισας, ἀλλ’ εἰσεπήδησας ἐν αὐτῇ χαίρων καὶ ἀγαλλόμενος, καὶ τὸν
θάνατον ἐν αὐτῇ δεξάμενος μετὰ πικροὺς καὶ ἀνυποίστους αἰκισμούς, τὸ στέφος
τῆς ἀφθαρσίας, καὶ τὴν αἰωνίζουσαν εὔκλειαν εἴληφας, ὡς φίλος ὄντως Θεοῦ.
Κάθισμα
Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Μετὰ τὴν α’ Στιχολογίαν
Ἐφλέχθης τῷ πυρί, ὁ πυρίπνους Μαρτύρων, σωζόμενος πυρί, ὑπερφώτου Τριάδος·
διὸ καὶ ἀμαρύγμασι, τούτου πάντας ἐφώτισας, μηδὲν τίθεσθαι, τὴν τοῦ πυρὸς
μικρὰν φλόγα, κατοπτρίζοντας, τῆς φεγγοβόλου Τριάδος, τὸ φῶς τὸ ἀνέσπερον.
Έτερον Κάθισμα
Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Μετὰ τὴν β’ Στιχολογίαν
Τὸν γενναῖον ὁπλίτην καὶ Ἀθλητήν, ἐντελῶς ὁπλισθέντα ὅπλοις Χριστοῦ, φέροντα
τὴν ἄμαχον, πανοπλίαν καὶ μάχαιραν τοῦ Παναγίου Πνεύματος, ἀσπίδα καὶ κόρυθα,
οἷς καθεῖλεν ἀνδρείως, ἐχθροῦ μηχανήματα· δεῦτε ἐτησίως, εὐφημήσωμεν πάντες,
ἐστέφθη γὰρ τὸν στέφανον, στρατιώτης ὡς ἔννομος, καὶ πρεσβεύει τῷ στέψαντι,
δοῦναι πᾶσι λύσιν τῶν δεινῶν, καὶ τελείαν πταισμάτων συγχώρησιν· τοῖς ἐκ
καρδίας καὶ πόθου, τελοῦσι τὴν μνήμην αὐτοῦ.
Έτερον Κάθισμα
Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Μετὰ τὸν Πολυέλεον
Ἐλαμπρύνθη σήμερον, ἡ νῆσος Χίος, ταῖς αὐγαῖς τῶν ἄθλων σου, Μάρτυς Θεόφιλε
σοφέ, τὸν φωτοδότην γεραίρουσα, τὸν σὲ ἀστέρα φαιδρὸν ἀναδείξαντα.