Ἀπολυτίκιον
Ἦχος α'.
Τοῦ δολίου πατήσας εὐθαρσῶς τὰ φρυάγματα ἐν ἐσχάτοις ἔτεσι, μάκαρ, Ἰησοῦν
ὡμολόγησας, αἱμάτων σου δὲ ῥείθροις, Μιχαήλ, ἡγίασας τὴν γῆν τῶν Ἀθηνῶν καί
ὑπόδειγμα ἐδείχθης ἅπασιν εὐσεβέσι, πίστει κράζουσι· Δόξᾳ τῷ ποιητῇ σου καί
Θεῷ, δόξα τῷ σέ στεφανώσαντι, δόξα τῷ ποδηγέτην σέ στεῤῥόν ἡμῖν δωρήσαντι.
Έτερον Ἀπολυτίκιον
Ἦχος γ΄. Θείας πίστεως.
Θείας πίστεως, ὁμολογίᾳ, κατηγλάϊσας, τὴν ἐκκλησίαν, καὶ Ἀθλοφόρων τὴν
χορείαν κατηύφρανας, σὺ τῶν ανόμων κατετρόπωσας φάλαγγας, καὶ αριστείας
βραβεῖα ἀπείληφας, Μάρτυς ἔνδοξε, Χριστὸν Μιχαὴλ ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ
μέγα ἔλεος.
Έτερον Ἀπολυτίκιον
Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Νεότητι σώματος τὸν παλαμναῖον ἐχθρόν, ἀθλήσας κατέβαλες, ὑπὲρ Χριστοῦ τοῦ
Θεοῦ, τμηθεὶς τὸν αὐχένα σου· ὅθεν τῶν Ἀθηναίων ἡ περίδοξος πόλις μέλπει τὴν
ἄθλησίν σου, Μιχαὴλ Νεομάρτυς· ἐκ ταύτης γὰρ ὡς ἄνθος εὐῶδες ἐβλάστησας.
Κοντάκιον
Ἦχος δ’. Ἐπέφανεν σήμερον.
Εὐσεβείας ἤθεσι κεκοσμημένος, μαρτυρίου ἤνυσας, τὸ θεῖον σκάμμα Μιχαήλ, καὶ
ἐκ χειρὸς τοῦ Παντάνακτος, τὸν τῆς ἀθλήσεως στέφανον εἴληφας.
Μεγαλυνάριον
Χαίροις Ἀθηναίων εὖχος σεμνόν, Μιχαὴλ
θεόφρον, Νεομάρτυς τοῦ Ἰησοῦ, Ὃν ἀεὶ δυσώπει, ὑπὲρ τῶν ἐκτελούντων, τὴν
μνήμην σου τὴν θείαν, καὶ εὐφημούντων σε.
Ὁ Οἶκος
Βίον ἔχων αὐτουργόν, καὶ ζῶν ἐν
εὐσεβείᾳ, καὶ τὸν Θεὸν φοβούμενος, ὡς Ἄβελ ὁ κλεινός, καὶ λατρεύων αὐτῷ ἐν
πίστει καὶ ἀληθείᾳ, πρὸς μαρτυρίου ἀνελήλυθας ἀκρότητα, ἀθλητικῶς
ἀγωνισάμενος, Μιχαὴλ μακάριε, ὑπὸ τῶν υἱῶν τῆς Ἄγαρ συσχεθείς, καὶ πρὸς
ἐξόμοσιν ποικίλως ἐκβιασθείς, ἀμετακίνητος ὤφθης ἐκ τῆς εὐσεβοῦς ὁμολογίας,
μὴ δελεασθεὶς δωρεῶν παροχαῖς, μηδὲ πτοηθεὶς βασάνων ἀπειλαῖς, ἀνώτερος
πάντων γενόμενος, ἐν τῇ δυνάμει τῆς πρὸς Χριστὸν πίστεως. Καὶ τῶν πάλαι
Ἀθλητῶν μιμητὴς ἀναφανείς, εὐτόλμως τὸν αὐχένα τέτμησαι, καὶ ἐκ χειρὸς τοῦ
Παντάνακτος τὸν τῆς ἀθλήσεως στέφανον εἴληφας.
Κάθισμα
Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
(Μετὰ τὴν α’ στιχολογίαν)
Τὴν πίστιν τοῦ Χριστοῦ, ὡς ἀσύλητον ὄλβον, κατέχων ἀσφαλῶς, τῆς ψυχῆς τῷ
ταμείῳ, ἀθλῆσαι προτετίμηκας, ὑπὲρ ταύτης μακάριε, ὅθεν ἤσχυνας, τὸν
ἐπελθόντα ἐχθρόν σοι, καὶ ἠρίθμησαι, ὦ Μιχαὴλ Νεομάρτυς, Μαρτύρων ταῖς
τάξεσι.
Έτερον Κάθισμα
Ἦχος πλ. α’. Τὸν Συνάναρχον Λόγον.
(Μετὰ τὴν β’ στιχολογίαν)
Εὐσεβείας τοῖς τρόποις καλλωπιζόμενος, καὶ ἁπλότητι Μάρτυς καὶ ἀκακία ψυχῆς,
τὸν ἀγῶνα τὸν καλὸν νομίμως ἤνυσας, καὶ ἀνέτειλας ἡμῖν, ὡς ἀστὴρ νεοφανής,
εὐφραίνων τῇ σῇ ἀθλήσει, ὦ Μιχαὴλ Νεομάρτυς, τῶν εὐσεβούντων τὰ συστήματα.
Έτερον Κάθισμα
Ἦχος πλ. δ’. Τὴν Σοφίαν καὶ Λόγον.
(Μετὰ τὸν Πολυέλεον)
Ἐν ἁπλότητι τρόπων τὸ θεῖον πῦρ, τῆς ἀγάπης Κυρίου ὃ ἐν ψυχῇ, κατεῖχες
μακάριε,, ὑπεμφαίνων τρανότατα, ἀκλόνητος ἐδείχθης, ἐχθροῦ ἐπιθέσεσι,
μηδόλως καταπτήξας τυράννων φρυάγματα, ὅθεν καὶ τῷ ξίφει, ἐκτμηθεὶς τὸν
αὐχένα, Μαρτύρων ἠξίωσαι, τῆς εὐκλείας καὶ χάριτος, Μιχαὴλ ἀξιάγαστε, μεθ’
ὧν ἀεὶ δυσώπει Χριστόν, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι
πόθῳ, τὴν ἁγίαν μνήμην Σου.
Έτερον Κάθισμα
Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Ὑπῆλθες τὸ στάδιον τοῦ μαρτυρίου στεῤῥῶς, καὶ πλάνην κατήσχυνας τὴν τῶν
ἀπίστων ἐχθρῶν, γενναίᾳ ἐνστάσει σου, ὅθεν σε Νεομάρτυς, Μιχαὴλ ὁ Δεσπότης,
δόξης τῆς οὐρανίου, κληρονόμον δεικνύει, ὡς κοινωνὸν τοῦ πάθους Αὐτοῦ δι’
ἀθλήσεως.