Ἀπολυτίκιον
Ἦχος γ’. Τὴν ὡραιότητα.
Τὴν πολυθαύμαστον Κρήτην τιμήσωμεν, τὴν ἐξανθήσασαν ἄνθη τὰ τίμια, τοὺς
μαργαρίτας τοῦ Χριστοῦ, Μαρτύρων τοὺς ἀκρέμονας. Δέκα γὰρ ὑπάρχοντες, ἀριθμῷ
οἱ μακάριοι, δύναμιν μυρίοπλον τῶν δαιμόνων κατήσχυναν· διὸ καὶ τοὺς
στεφάνους ἐδέξαντο, Μάρτυρες Χριστοῦ οἱ καρτερόψυχοι.
Έτερον Ἀπολυτίκιον
Ήχος γ’. Την ωραιότητα.
Κρήτης τα εύοσμα άνθη τιμήσωμεν, τα διαπνέοντα, οσμήν την ένθεον, Θεόδουλον
και Ζωτικόν, Γελάσιον, Σατορνίνον, Εύπορον Ευάρεστον, Αγαθόποδα Πόμπιον,
Ευνικιανόν ομού, Βασιλειάδην τε ένδοξον, βοώντες αυτούς αυτούς ομοφρόνως,
χαίρε Δεκάς η των μαρτύρων.
Κάθισμα
Ἦχος α’. Τὸν τάφον σου Σωτὴρ.
Τῆς Κρήτης οἱ λαμπροί, καὶ σεπτοὶ πολιοῦχοι, ἀθλήσαντες στερρῶς, ἐτροπώσαντο
πίστει, τὸν ὄφιν τὸν ἀρχέκακον, καὶ νομίμως ἐστέφθησαν, τούτων σήμερον, τήν
ἀξιέπαινον μνήμην, ἑορτάζοντες, μεγαλοφώνως τὸν πάντων, δοξάζομεν Κύριον.