Ἀπολυτίκιον
῏Ηχος α΄. Τῆς ἐρήμου πολίτης.
Τὸν φωστῆρα τῆς Κρήτης, ᾿Αγκαράθου τὸν ὄρπηκα, τῆς Ἀλεξανδρείας ποιμένα,
Βυζαντίου τὸν πρόεδρον, τὸν θεῖον δεῦτε Κύριλλον πιστοί, ὡς πρόμαχον τῆς
πίστεως στεῤῥόν, καὶ Μαρτύρων θεοδόξαστον κοινωνόν, τιμήσωμεν ἐκβοῶντες·
Δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ ἐν ὑψίστοις
εὐκλεῶς, δοξάσαντί σε ῞Αγιε.
Έτερον Ἀπολυτίκιον
῏Ηχος γ΄. Θείας πίστεως.
Θεῖον βλάστημα, τῆς Κρητονήσου, ἄνθος εὔοσμον, τῆς ᾿Αγκαράθου, ἀνεδείχθης
Μονῆς Πάτερ Κύριλλε· ᾿Αλεξανδρείας ποιμὴν φιλοπρόβατος, καὶ Βυζαντίου
θεόκριτος πρόεδρος. ῞Οθεν πρέσβευε, Χριστῷ τῷ Θεῷ πανεύφημε, δωρήσασθαι ἡμῖν
τὸ μέγα ἔλεος.
Κοντάκιον
῏Ηχος πλ. δ΄. Τῇ ὑπερμάχῳ.
᾿Εν Πατριάρχαις ἀθλητὴς ἀκαταγώνιστος, θανατωθεὶς ᾿Αγαρηνῶν χερσὶ φονόεσσαις,
ἀναδέδειξαι, ὦ Κύριλλε, θεηγόρε. ῞Οθεν στέφος ἀφθαρσίας κομισάμενος,
ἱκεσίαις σου μὴ παύσῃ προϊστάμενος, τῶν βοώντων σοι· Χαίροις, Πάτερ πολύαθλε.
Μεγαλυνάριον
Χαίροις Κρητονήσου ἄνθος τερπνόν, καὶ ᾿Αλεξανδρείας, Ποιμενάρχης περικλεής·
Χαίροις Πατριάρχης, σοφὸς τῆς Κωνσταντίνου, καὶ Ἐκκλησίας στῦλος, ἔνδοξε
Κύριλλε.
Κάθισμα
῏Ηχος δ΄. Ταχὺ προκατάλαβε.
Χριστῷ ἠκολούθησας, δι̉ ἀρετῆς ἐκ παιδός, καὶ τούτου ἐποίμανας, τὴν ἐκλογάδα
καλῶς, μακάριε Κύριλλε· ᾔσχυνας ἀσεβείας, τοὺς κομψοὺς τοῖς σοῖς λόγοις·
ἔθραυσας μαρτυρίῳ, τῶν τυράννων τὸ θράσος· διὸ καὶ τοὺς στεφάνους διπλοῦς,
θεόθεν ἀπέλαβες.
Ὁ Οἶκος
῎Ανωθεν τῶν ᾿Αγγέλων, αἱ δυνάμεις κροτοῦσιν, ἐπάξιόν σοι Πάτερ τὸν ὕμνον·
ἡμεῖς δὲ ἐπὶ γῆς οἱ πιστοί, ἐν εὐφροσύνῃ τὴν μνήμην σου ἄγοντες, τοῖς ᾄσμασί
σε στέφομεν, Κύριλλε, καὶ πιστῶς βοῶμεν·
Χαῖρε, ὁ ὅσιος Ποιμενάρχης·
χαῖρε, ὁ ἔνδοξος Πατριάρχης.
Χαῖρε, τὸ τῆς Κρήτης οὐράνιον βλάστημα·
χαῖρε, ᾿Αγκαράθου Μονῆς τὸ ἀπάνθισμα.
Χαῖρε, Μάρκου ὁ διάδοχος, τῆς Αἰγύπτου ὁ πυρσός·
χαῖρε, Βυζαντίου πρόεδρος, ᾿Εκκλησίας ὀφθαλμός.
Χαῖρε, ὅτι καθεῖλες πολεμίων τὸ θράσος·
χαῖρε ὅτι ὑπῆλθες μαρτυρίου τὸν δρόμον.
Χαῖρε, ῾Αγίων πάντων συμμέτοχος·
χαῖρε, Μαρτύρων θεῖος ἐφάμιλλος.
Χαῖρε, σεπτῶν δωρεῶν οἰκονόμος·
χαῖρε, ζωῆς ἀληθοῦς κληρονόμος.
Χαίροις, Πάτερ πολύαθλε.