Ἀπολυτίκιον
Ἦχος α’. Τῆς Ἐρήμου πολίτης.
Ταὶς ἀκτίσι τοῦ Παύλου φωτισθεῖς τὴν διάνοιαν, ὤφθης ὑπηρέτης τοῦ Λόγου καὶ
Ἀπόστολος ἔνθεος καὶ ὄνησιν ἐβράβευσας ζωῆς, Ὀνήσιμε θεράπων τοῦ Χριστοῦ,
διὰ λόγων καὶ θαυμάτων θεοπρεπῶν, τοὶς πίστει ἐκβοώσι σοι, δόξα τῷ σὲ
δοξάσαντι φαιδρῶς, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργούντι διὰ σοῦ,
πάσιν ἰάματα.
Ἕτερον Ἀπολυτίκιον
Ἦχος γ’.
Ἀπόστολε ἅγιε Ὀνήσιμε, πρέσβευε τῷ ἐλεήμονι Θεῷ, ἵνα πταισμάτων ἄφεσιν,
παράσχῃ ταῖς ψυχαῖς ἡμῶν.
Κοντάκιον
Ἦχος δ’ . Ἐπεφάνης σήμερον.
Ὡς ἀκτίς ἐξέλαμψας, τῇ οἰκουμένῃ, ταῖς βολαῖς λαμπόμενος, ἡλίου μάκαρ
παμφαοῦς, Παύλου τοῦ κόσμον φωτίσαντος· διό σε πάντες, τιμῶμεν Ὀνήσιμε.
Κάθισμα
Ἦχος πλ. δ’. Τὴν Σοφίαν καὶ Λόγον.
Ἐκ δουλείας τῆς πλάνης ἀπαλλαγείς, ἀπελεύθερος ὤφθης ἐν τῷ Θεῷ, αὐτοῦ δοῦλος
γνήσιος, χρηματίσας ἐν χάριτι, κοινωνὸς δεσμῶν δέ, τοῦ Παύλου γενόμενος, διὰ
Χριστὸν ἐκτάνθης, ἀδίκως Ἀπόστολε· ὅθεν ἠξιώθης, μαρτυρήσας νομίμως, τῆς ἄνω
λαμπρότητος, Ἱεράρχα Ὀνήσιμε· διὰ τοῦτο βοῶμέν σοι· Πρέσβευε Χριστῷ τῷ Θεῷ,
τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην
σου.
Ὁ Οἶκος
Σὲ ὑπὸ Παύλου τοῦ σοφοῦ, τῆς
σάλπιγγος τῆς θείας, τῇ πίστει προσαχθέντα, καὶ λόγῳ φωτισθέντα τῆς ἀληθείας
μυστικῶς, καὶ μαρτυρηθέντα ἐπ' ἐργασίᾳ ἀρετῆς, καὶ πίστεως στερρότητι, τὶς
ἐγκωμιάσαι ἰσχύσει, ὡς ὄντως κατ' ἀξίαν, ἢ τοὺς πόνους εὐφημῆσαι, ἐν οἷς
στερρῶς ἔπαυσας τὴν πλάνην; Χρισθεὶς γὰρ Ἱερεὺς ἐν Πνεύματι θείῳ, ἐκ
δουλείας κοσμικῆς, καὶ Ἀποστόλων κήρυγμα λαβών, μετέσχες καὶ τῶν στεφάνων·
διὸ σε πάντες τιμῶμεν Ὀνήσιμε.
Ἀπολυτίκιον Αγίων
Φιλήμονος, Άρχιππου, Απφίας και Ονήσιμου
Ἦχος δ’. Ταχύ προκατάλαβε.
Tετρὰς ἡ θεοσύλλεκτος τῶν ἀποστόλων Χριστοῦ Φιλήμων καὶ Ἄρχιππος καὶ σὺν
Ἀπφίᾳ ὁμοῦ, ὁ θεῖος Ὀνήσιμος· λάμψαντες τοῖς ἐν σκότει ἀληθείας τὴν γνῶσιν,
ἤθλησαν ὁμοφρόνως καὶ τὴν πλάνην καθεῖλον· καὶ νῦν ἐξευμενίζονται πᾶσι τὸν
Κύριον.
Ἕτερον Ἀπολυτίκιον
Αγίων Φιλήμονος, Άρχιππου, Απφίας και Ονήσιμου
Ἦχος γ’.
Ἀπόστολοι Ἅγιοι, πρεσβεύσατε τῷ ἐλεήμονι Θεῷ ἵνα πταισμάτων ἄφεσιν, παράσχῃ
ταῖς ψυχαῖς ἡμῶν.