Ἀπολυτίκιον
Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.
Ἀρετῇ διαπρέψας καὶ ἁγιότητι, ποιμαντικῇ ἐπιστήμῃ καὶ ἀκραιφνεῖ βιοτῇ
Ἀθηναίων στυλοβάτης ἐχρημάτισας, ὦ Χωνιᾶτα Μιχαήλ, ἱεράρχα κραταιὲ καὶ
ἄριστε ποιμενάρχα· διὸ καὶ εἴληφας χάριν ὑπὲρ ἡμῶν πρεσβεύειν πάντοτε.
Έτερον Ἀπολυτίκιον
Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.
Ἀθηνῶν ἱεράρχην τὸν λογιώτατον καὶ συμπαθῆ ὡς ἀγώνων συμμεριστὴν τοῦ λαοῦ
καὶ αὐτοῦ τῆς ἀγωνίας ὕμνοις μέλψωμεν νῦν, Χωνιάτην Μιχαήλ, τῆς σοφίας
ποταμὸν καὶ κρήνην εὐρυμαθείας, αὐτοῦ λιτὰς τὰς ἀόκνους πρὸς τὸν Σωτῆρα
ἐκδεχόμενοι.
Κοντάκιον
Ἦχος πλ. δ’. Τῇ Ὑπερμάχῳ.
Τὸν ἱεράρχην Ἀθηνῶν λαμπρῶς ὑμνήσωμεν τὸν λογιώτατον, φιλάνθρωπον,
διδάσκαλον, κουφιστὴν τῶν ἐν ἀνάγκαις καὶ ἀσκουμένων ἐν σπηλαίοις ζηλωτήν,
ὡς βάθρον πίστεως, Μιχαὴλ τὸν Χωνιάτην, ὕμνοις πρέπουσι πίστει ψάλλοντες·
Χαίροις, πάτερ θειότατε.
Μεγαλυνάριον
Τῆς θεοσοφίας καθηγητὴν, Χωνιάτην
θεῖον, ὑπερένδοξον Μιχαήλ, τὸν τῆς Μεσογαίας φρουρόν καὶ πολιοῦχον ὡς
σύναυλον ἀγγέλων ἐγκωμιάσωμεν.