Ἀπολυτίκιον
Ἦχος πλ. δ΄.
Ὀρθοδοξίας ὁδηγέ.
Ὀρθοδοξίας τὸ γλυκύ, καὶ νεκταρῶδες, Πάτερ ἀμάλγαμα, μετοχετεύσας τῶν πιστῶν,
ἐν ταῖς καρδίαις ὥσπερ θησαύρισμα, τῷ βίῳ καὶ ταῖς ἀρεταῖς, βιβλίον ζῶν τοῦ
Πνεύματος δέδειξαι, Ἰουστῖνε θεόσοφε· ἱκέτευε διὰ παντός, ἐλλογωθῆναι τοὺς
ὑμνοῦντάς σε.
Κοντάκιον
Ἦχος πλ. δ .Τῇ
ὑπερμάχῳ.
Θεανθρωπίνως τὴν ζωήν σου ᾠκονόμησας, ὡς μέτρον ἔχων τὸν Θεάνθρωπον ἐν
ἅπασιν, εἰς τὸ ὕψος ἐπιφθάσας Θεολογίας· καὶ νῦν Λόγῳ συνεστὼς Ἠγαπημένῳ
σοι, δὸς ἡμῖν τῶν πρεσβειῶν σου χάριν Ἅγιε, τοῖς κραυγάζουσι· Χαῖρε Πάτερ
θεόσοφε.
Μεγαλυνάριον
Χαίροις τῆς
Σερβίας γόνος κλεινός Τσέλιγιε ἡ δόξα, Ὀρθοδόξων πάντων χαρά, Πάτερ Ἰουστῖνε,
τοῦ Θεανθρώπου Λόγου, μύστα καὶ ὑπηρέτα, χριστοφιλέστατε.
Χαίροις τῶν δογμάτων ὁ ἑρμηνεύς, τῶν θείων Πατέρων, ἰσοστάσιος μιμητής,
Παύλου ἄλλον στόμα, καὶ Χρυσοστόμου φίλε, ὦ Πάτερ Ἰουστῖνε, Ἁγίων σύνεδρε.
Ἔχει σοῦ τὸ σκῆνος τὸ ἱερόν, Τσέλιγιε ἡ μάνδρα, βλύζον χάριν πᾶσι πιστοῖς,
οὐρανὸς πλουτεῖ δε, τὴν ἄχραντον ψυχήν σου, ὦ Ἰουστῖνε Πάτερ, μακαριώτατε.
Σὺν τῷ θείῳ Σάββᾳ καὶ τοῖς λοιποῖς, Ἁγίοις Σερβίας, Ἰουστῖνε ἵστασαι νῦν,
πρὸ θρόνου Δεσπότου, ἀεὶ καθικετεύων, ὑπὲρ λαοῦ καὶ πάντων, τέκνων σου Ὅσιε.
Χαίροις Ἰουστῖνε θαυματουργέ, ἐκ τοῦ Θεανθρώπου, χάριν πλείστην προσειληφώς,
ᾯ ἀεὶ μὴ παύσῃ, ὑπὲρ ἡμῶν πρεσβεύων, ἰᾶσθαι ἀσθενείας, ψυχῆς καὶ σώματος.
Κάθισμα
Ἦχος α΄. Τὸν
τάφον σου Σωτήρ.
Μετὰ τὴν α΄ στιχολογίαν.
Τὰ πάντα δοὺς Χριστῷ, τὸν Χριστὸν οὐδενὶ δέ, καὶ τοῦτο πρακτικῶς, Ἰουστῖνε
παρέθου, ὡς κλῆρον καὶ θησαύρισμα, τοῖς σοῖς τέκνοις μακάριε· ὅθεν γέγονας,
τοῦ Παραδείσου οἰκήτωρ, ἔνθα πρέσβευε τῷ Φιλανθρώπῳ Δεσπότῃ, μετὰ τῆς
Θεομήτορος.
Έτερον
Κάθισμα
Ἦχος γ΄. Τὴν
ὡραιότητα.
Μετὰ τὴν β΄ στιχολογίαν,
Τῷ θείῳ ἔρωτι, Σταυρὸν ὑπέμεινας, τοῦ μαρτυρίου σου, τῆς συνειδήσεως, δι’ οὗ
ἀπέδειξας τρανῶς, τὴν πίστιν σου Ἰουστῖνε. Ὅθεν ὡς ἀντίδωρον, ἐκ Κυρίου
ἀπείληφας, χάριτος τὰ ῥεύματα, Θεολόγε ὑπέρσοφε, δι’ ὧν τὴν Ἐκκλησίαν
ποτίζει, δεικνύων πᾶσι τὸν Θεάνθρωπον.
Έτερον
Κάθισμα
Ἦχος δ΄.
Κατεπλάγη Ἰωσήφ.
Μετὰ τὸν Πολυέλεον.
Ὡς δορκὰς βέλει τρωθείς, τοῦ Θεανθρώπου Ἰησοῦ, τοῦτον μόνον ἐν παντί, ἔσχες
κριτήριον σοφῶς, διόπερ εἵλκυσας ἐχθροῦ τὴν μῆνιν· καὶ Μάρτυς γεγονώς, τῆς
συνειδήσεως, τὸ πάθος τοῦ Χριστοῦ, σφοδρῶς ἠγάπησας, ὦ Ἰουστῖνε φίλε Ἁγίων,
καὶ μιμητὰ πολιτείας αὐτῶν· ὅθεν τιμῶντας, σεπτήν σου μνήμην, ἀδιαστάτως
Κυρίῳ σύναψον.
Έτερον
Κάθισμα
Ἦχος πλ. δ΄.
Αὐλῶν ποιμενικῶν.
Φωτὶ τοῦ Ἰησοῦ ἑλκυσθεὶς Ἰουστῖνε, φῶς δεύτερον Αὐτοῦ ἀπαστράπτον ἐδείχθης,
πᾶσιν ὑποδεικνύων, ὁδὸν ἁγίαν Χριστοθεώσεως, δι’ ἧς ἡ σὰρξ πυροῦται, τῇ
φωταυγείᾳ τοῦ θείου Πνεύματος, καὶ συμμετέχει πλήρως ἄνθρωπος ζωῆς, σὺν τοῖς
Ἁγίοις ἅπασι.
Ἰδιόμελον ἐκ
τῆς Λιτῆς
Ἦχος α΄.
Ὅσιε Πάτερ Ἰουστίνε νέε, σήμερον ἐν τῇ ἄνῳ Ἱερουσαλὴμ ἑστῶς, πρέσβευε ὑπὲρ
τῶν κατὰ πνεῦμα μαθητῶν σου καὶ τοῦ πάσχοντος λαοῦ σου, τοῦ νῦν ὑπέρ ποτε
καὶ ἄλλοτε ἔχοντος ἀνάγκην πολλὴν τῆς ἐν Πνεύματι Ἁγίῳ βοηθείας σου. Εὐχέτα
τῶν ἐν λύπαις καὶ ἀδικίᾳ εὑρισκομένων, τοῦ Ἁγίου Χρυσοστόμου ἰσοστάσιε, ἅμα
σὺν αὐτῷ καὶ πᾶσι τοῖς Πατράσιν, αἴτει παρὰ τοῦ Φιλανθρώπου Χριστοῦ τὸ μέγα
ἔλεος καὶ τὴν σωτηρίαν τῶν ψυχῶν ἡμῶν.
Έτερον
Ἰδιόμελον ἐκ τῆς Λιτῆς
Ἦχος β΄.
Εὐφραίνεται σήμερον ἡ ἔρημος τοῦ Τσέλιγιε, ὅτι ὁ ἐν αὐτῇ ἀσκήσας Ἰουστῖνος ὁ
νέος φιλόσοφος, καὶ κατὰ συνείδησιν μάρτυς τοῦ Χριστοῦ, οὗπερ ἡ καρδία
ἔπασχε μετὰ τῶν πασχόντων καὶ ὅς ἐλειτούργει τὴν Θείαν εὐχαριστίαν μετὰ
δακρύων, ἱερουργῶν τὸ μυστήριον ὑπὲρ τῆς τοῦ κόσμου παντὸς σωτηρίας. Διὸ
παρακαλοῦμέν σε, Πάτερ ἡμῶν ἁγιώτατε, ὅπως ταῖς πρεσβείαις σου ὁδηγήσῃ τὰς
καρδίας πάντων εἰς μετάνοιαν καὶ δοξολογίαν τῆς Ἁγίας Τριάδος, ἵνα ὁ Κύριος
σώσῃ τὸν κόσμον καὶ τὸ Ὀρθόδοξον γένος ἡμῶν.
Έτερον
Ἰδιόμελον ἐκ τῆς Λιτῆς
Ἦχος γ΄.
Δεῦτε πάντες οἱ Ὀρθοδοξοι πιστοί, σήμερον συστήσωμεν σύναξιν καὶ ἐν μεσῳ
Ἐκκλησίας τοῦ Θεανθρώπου Χριστοῦ, εὐσεβῶς ἑορτάσωμεν, τὴν ἁγίαν μνήμην
Πάντων τῶν Ἁγίων λέγοντες· Χαίρετε πανεύφημοι Ἀπόστολοι Χριστοῦ, σὺν τοῖς
Προφήταις καὶ Μάρτυσιν, Ἱεράρχαις καὶ Νεομάρτυσι, Ποιμενάρχαις τε καὶ
Διδασκάλοις τῆς αἰωνίου ζωῆς. Χαίρετε καὶ ὑμεῖς, Ἰουστῖνε Μάρτυς καὶ
φιλόσοφε, σὺν τῷ νέῳ Ἰουστίνῳ τῇ προαιρέσει ἀθλήσαντι διὰ Χριστόν.
Πρεσβεύσατε Πάντες Ἅγιοι ὑπὲρ τῆς ἐν τῷ κόσμῳ ὅλῳ ποίμνης τοῦ Χριστοῦ, ὅτι
μία ἐστιν ἡ οὐρανοῦ καὶ γῆς Ἐκκλησία, μία ἡ πίστις καὶ μία ἡ δόξα τῆς
Παναγίας Τριάδος.
Ὁ Οἶκος
Ἄγγελοι
τὴν ψυχήν σου, Ἰουστῖνε λαβόντες, προσήνεγκαν αὐτὴν τῷ Δεσπότῃ· Ὅς ταύτην
εὐμενῶς δεξάμενος ἐστεφάνωσε, βραβεύων τοὺς σεπτοὺς ἀγῶνας καὶ τὰ ὁσιακά σου
σκάμματα, ἡμεῖς δὲ περιχαρῶς τὴν μνήμην σου ἑορτάζοντες, συμφώνως ἐκβοῶμεν
ταῦτα·
Χαῖρε τοῦ Βράνιε βλαστὸς θεῖος·
χαῖρε Σερβίας χριστόδωρον εὖχος.
Χαῖρε θεολόγων Ἐκκλησίας ἀκολούθημα·
χαῖρε, μοναζόντων ἀρχαίων ἀπείκασμα.
Χαῖρε, φιλοσόφων ἀσόφων ἀναιρέσας τὴν πλάνην·
χαῖρε, σαρκωθέντος Θεανθρώπου ἀποδείξας τὴν χάριν.
Χαῖρε, ὅτι διδάσκεις τῶν δογμάτων σωτήριον ἀλήθειαν·
χαῖρε, ὅτι φανεροῖς τῶν Ἁγίων Θεοῦ χριστοήθειαν.
Χαῖρε, ἁγιοσαββιτικῆς πορείας μυητά·
χαῖρε, θαυμάτων παραδόξων ποιητά.
Χαῖρε, Πατὴρ πλήρης φιλοστοργίας·
χαῖρε, λειτουργὲ χρυσοστομικῆς φιλοθεΐας.
Χαῖρε Πάτερ θεόσοφε.