ΑΓΙΟΛΟΓΙΑ |
ΑΓΙΑ ΣΟΦΙΑ ΚΑΙ ΟΙ ΤΡΕΙΣ ΘΥΓΑΤΕΡΕΣ ΤΗΣ ΠΙΣΤΗ, ΕΛΠΙΔΑ ΚΑΙ ΑΓΑΠΗ |
Αγία Σοφία και οι τρεις θυγατέρες της Πίστη, Ελπίδα και Αγάπη
Η Αγία Σοφία και οι τρεις θυγατέρες
της Πίστη, Ελπίδα και Αγάπη μαρτύρησαν στα χρόνια του
αυτοκράτορα Αδριανού (117 – 138 μ.Χ.). Οι τρεις
θυγατέρες της Αγίας Σοφίας, πήραν τα ονόματα τους από το
χωρίο της Καινής Διαθήκης: «νυνὶ δὲ μένει πίστις, ἐλπίς,
ἀγάπη, τὰ τρία ταῦτα· μείζων δὲ τούτων ἡ ἀγάπη.» (Α'
Κορινθίους 13:13).
|
ΥΜΝΟΛΟΓΙΑ |
Ἀπολυτίκιον
Ἦχος δ’. Ταχὺ προκατάλαβε. Ἕτερον Ἀπολυτίκιον
Χαίρει ἔχουσα ἡ Ἐκκλησία, σὲ καὶ
τέκνα σου καύχημα θεῖον, καὶ γηθοσύνως εὐφημεῖ σε κραυγάζουσα. Σύ μου
ὑπάρχεις τὸ καύχημα, καὶ τῶν σῶν τέκνων τὰ πάντιμα λείψανα, μάρτυρες ἔνδοξοι,
Σοφία, Πίστις, Ἐλπὶς καὶ Ἀγάπη, Χριστῷ τῷ Θεῷ πρεσβεύσατε σωθῆναι τὰς ψυχὰς
ἡμῶν. Ἕτερον Ἀπολυτίκιον
Ὡς ἐλαία κατάκαρπος ἀνεβλάστησας ἐν
ταῖς αὐλαῖς τοῦ Κυρίου, Σοφία μάρτυς σεμνὴ καὶ προσήγαγες Χριστῷ καρπὸν
ἡδύτατον τοὺς τῆς νηδύος σου βλαστούς, δι' ἀγώνων εὐαγῶν, Ἀγάπην τε καὶ
Ἐλπίδα σὺν τῇ θεόφρονι Πίστει· μεθ' ὧν δυσώπει ὑπὲρ πάντων ἡμῶν. Ἕτερον Ἀπολυτίκιον
Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον. Κοντάκιον
Ἦχος α’. Χορὸς ἀγγελικὸς. Κάθισμα
Ἦχος πλ. δ’. Τὴν Σοφίαν καὶ Λόγον. Ὁ Οἶκος Ὅτε εἰς πάντα τὰ πέρατα, τὸ ἀθέμιτον ἐξελήλυθε πρόσταγμα, θύειν εἰδώλοις καὶ σπένδεσθαι, καὶ βωμοὺς δαιμόνων, καὶ ναοὺς εὐτρεπίζεσθαι, πρὸς ἀνθρώπων ἀπώλειαν, τότε αἱ πανεύφημοι καὶ καλλιπάρθενοι, ὡς ἀστέρες ἐξέλαμψαν, ζόφον ἀθεϊας καὶ ἀγνωσίας ἐλαύνουσαι, καὶ φέγγος εὐσεβείας ἐν ταῖς καρδίαις τῶν πιστῶν ὑπανάπτουσαι, τρανῶς ἀνεβόων, Θεὸς μέγιστός ἐστιν ὁ σταυρωθεὶς βουλήματι, καὶ ἀναστὰς τριήμερος, ἐν ὧ καὶ καυχώμεθα, ὅθεν καὶ ἐπαξίως, στέφος ἄφθαρτον παρὰ Χριστοῦ ἀνεδήσαντο.
|
|