ΑΠΟΚΡΥΦΑ ΒΙΒΛΙΑ ΠΑΛΑΙΑΣ ΔΙΑΘΗΚΗΣ

 

 

 ΤΟ ΒΙΒΛΙΟ ΤΩΝ ΙΩΒΗΛΑΙΩΝ- ΚΕΙΜΕΝΟ

 

ΤΟ ΒΙΒΛΙΟ ΤΩΝ ΙΩΒΗΛΑΙΩΝ

 

Κεφάλαιο A

(48, 1) νόμους δὲ πρῶτον Μωϋσῆς γράφει τοῖς Ἰουδαίοις. καταλιπὼν δὲ Μωϋσῆς τὰς κατ' Αἴγυπτον διατριβὰς εἰς τὴν ἔρημον ἐφιλοσόφει,

(2, 1) διδασκόμενος παρὰ τοῦ ἀρχαγγέλου Γαβριὴλ τὰ περὶ τῆς γενέσεως τοῦ κόσμου

(2, 14) καὶ τοῦ πρώτου ἀνθρώπου καὶ τῶν μετ' ἐκεῖνον,

(5, 20) καὶ τοῦ κατακλυσμοῦ,

(10, 24) καὶ τῆς συγχύσεως καὶ ποικιλίας τῶν γλωσσῶν,

(1, 1) καὶ τῶν περὶ τὸν πρῶτον ἄνθρωπον, καὶ τῶν μέχρις αὐτοῦ χρόνων, καὶ περὶ τῆς νομοθεσίας τῆς μελλούσης παρ' αὐτοῦ δίδοσθαι τῷ Ἰουδαίων ἔθνει,

(2, 8) καὶ τὰς τῶν ἄστρων θέσεις καὶ τὰ στοιχεῖα

(4, 17) καὶ ἀριθμητικὴν καὶ γεωμετρίαν καὶ πᾶσαν σοφίαν, ὡς ἐν τῇ λεπτῇ Γενέσει κεῖται.

(2, 2) Τῇ μὲν γὰρ πρώτῃ ἡμέρᾳ ἐποίησε τοὺς ἀνωτέρους οὐρανούς, τὴν γῆν, τὰ ὕδατα, ἐξ ὧν ἐστι χιὼν καὶ κρύσταλλος καὶ χάλαζα καὶ παγετοὶ καὶ δρόσος, τὰ πνεύματα τὰ λειτουργοῦντα ἐνώπιον αὐτοῦ, ἅτινά ἐστι τάδε· ἄγγελοι πρὸ προσώπου, καὶ ἄγγελοι τῆς δόξης, καὶ ἄγγελοι πνευμάτων πνεόντων, ἄγγελοι νεφελῶν καὶ γνόφων, χιόνος καὶ χαλάζης καὶ πάγου, ἄγγελοι φωνῶν, βροντῶν, ἀστραπῶν, ψύχους, καύματος, χειμῶνος, φθινοπώρου, ἔαρος καὶ θέρους, καὶ πάντων τῶν πνευμάτων τῶν κτισμάτων αὐτοῦ τῶν ἐν οὐρανοῖς καὶ ἐν τῇ γῇ, τὰς ἀβύσσους, τήν τε ὑποκάτω τῆς γῆς, καὶ τοῦ χάους, καὶ σκότος, ἑσπέρα καὶ νύξ, τὸ φῶς ἡμέρας τε καὶ ὄρθρου.

(2, 3) Ταῦτα τὰ ἑπτὰ μέγιστα ἔργα ἐποίησεν ὁ Θεὸς ἐν τῇ πρώτῃ ἡμέρᾳ.

(2, 4) Ἐν δὲ τῇ δευτέρᾳ τὸ στερέωμα τὸ ἐν μέσῳ τῶν ὑδάτων, καὶ τὴν διαμέρισιν τῶν ἐπάνω τοῦ στερεώματος ὑδάτων, καὶ τῶν ὑποκάτω τοῦ στερεώματος ἐπὶ πρόσωπον πάσης τῆς γῆς. τοῦτο μόνον τὸ ἔργον ἐποίησεν ὁ Θεὸς ἐν τῇ δευτέρᾳ ἡμέρᾳ.

(2, 5) Τρίτῃ δὲ ἡμέρᾳ

(2, 7) τὰς θαλάσσας, τοὺς ποταμούς, τὰς πηγὰς καὶ λίμνας, τὰ σπέρματα τοῦ σπόρου, τὰ βλαστήματα, τὰ ξύλα τὰ κάρπιμά τε καὶ ἄκαρπα, τοὺς δρυμούς, καὶ πάντα τὰ φυτὰ κατὰ γένος. Ταῦτα τὰ τέσσαρα ἔργα τὰ μέγιστα ἐποίησεν ὁ Θεὸς ἐν τῇ τρίτῃ ἡμέρᾳ.

(2, 8) Τῇ δὲ τετάρτῃ τὸν ἥλιον, τὴν σελήνην, τοὺς ἀστέρας

(2, 10) ταῦτα τὰ τρία ἔργα τὰ μεγάλα ἐποίησεν ὁ Θεὸς ἐν τῇ τετάρτῃ ἡμέρᾳ.

(2, 11) Τῇ δὲ πέμπτῃ τὰ κήτη τὰ μεγάλα, τοὺς ἰχθύας καὶ τὰ ἄλλα ἑρπετὰ τὰ ἐν τοῖς ὕδασι, τὰ πετεινά, τὰ πτερωτά.

(2, 12) ταῦτα τὰ τρία ἔργα τὰ μεγάλα ἐποίησεν ὁ Θεὸς ἐν τῇ πέμπτῃ ἡμέρᾳ.

(2, 13) Τῇ δὲ ἕκτῃ ἡμέρᾳ τὰ θηρία, τὰ κτήνη, τὰ ἑρπετὰ τῆς γῆς,

(2, 14) τὸν ἄνθρωπον. ταῦτα τὰ τέσσαρα μεγάλα ἔργα ἐποίησεν ὁ
Θεὸς ἐν τῇ ἕκτῃ ἡμέρᾳ.

(2, 15) Καὶ ἐγένετο πάντα τὰ ἐν ταῖς ἓξ ἡμέραις παρὰ τοῦ Θεοῦ ποιηθέντα ἔργα κβ. (2, 16) Καὶ συνετέλεσεν ὁ Θεὸς πάντα ἐν τῇ ἕκτῃ ἡμέρᾳ, ὅσα ἐν τοῖς οὐρανοῖς καὶ ἐν τῇ γῇ, ἐν ταῖς θαλάσσαις καὶ ἐν ταῖς ἀβύσσοις, ἐν τῷ φωτὶ καὶ ἐν τῷ σκότει καὶ ἐν πᾶσι.

(2, 17) Καὶ ἀνεπαύσατο ὁ Θεὸς ἐκ πάντων τῶν ἔργων αὐτοῦ ἐν τῇ ἑβδόμῃ ἡμέρᾳ

(2, 19) καὶ ηὐλόγησεν αὐτὴν καὶ ἡγίασεν αὐτὴν  καὶ ἐδήλωσε δι' ἀγγέλου τῷ Μωυσῇ ὅτι

(2, 23) καὶ εἰκοσιδύο κεφάλαια ἀπὸ Ἀδὰμ ἄχρι τοῦ Ἰακώβ.

(2, 20) Καὶ ἐκλέξομαι ἐμαυτῷ ἐκ τοῦ σπέρματος αὐτοῦ λαὸν περιούσιον ἀπὸ πάντων τῶν ἐθνῶν

Αἱ δὲ κεφαλαὶ περὶ ὧν εἶπεν ὁ Κύριος, εἰσὶν αὗται· Ἀδάμ, Σήθ, Ἐνώς, Ἐνώχ, Ἀρφαξάδ, Σάλα, Καϊνάν, Φαλέκ, Μαλαλεήλ, Ἕβερ, Ῥαγαῦ, Ἰάρεδ, Σερούχ, Ναχώρ, Μαθουσάλα, Θάρα, Λάμεχ, Νῶε, Ἀβραάμ, Ἰσαάκ, Ἰακώβ, Σήμ. Ὁμοῦ εἰκοσιδύο γενεαί. Διὸ καὶ εἰκοσιδύο εἰσὶ τὰ παρὰ τοῖς Ἑβραίοις γράμματα, καὶ πρὸς αὐτὰ καὶ τὰς βίβλους αὐτῶν κβ ἠρίθμησαν εἰκοσιεπτὰ οὔσας· ἀλλ' ἐπειδὴ διπλοῦνται πέντε παρ' αὐτοῖς στοιχεῖα, εἰκοσιεπτὰ καὶ αὐτὰ ὄντα, καὶ εἰς κβ ἀποτελοῦνται, τούτου χάριν καὶ τὰς βίβλους κζ οὔσας, κβ πεποιήκασιν.

 

Κεφάλαιο B

(2, 24) τίνος δὲ χάριν τὴν ζ ἡμέραν εὐλόγησεν ὁ θεός, καὶ οὐ πάσας; φασί τινες. λέγομεν οὖν ὅτι ἑκάστη τῶν ἄλλων ἐκ τῆς ἐν αὐτῇ γενομένης δημιουργίας ἔσχε τὴν εὐλογίαν· ἐπειδὴ δὲ ἔμελλεν αὕτη μόνη μένειν ἀγέραστος, μηδεμιᾶς ἐν αὐτῇ γενομένης δημιουργίας, τούτου χάριν ηὐλογήθη καὶ αὕτη ὑπὸ τοῦ θεοῦ καὶ ἡγιάσθη, καὶ σάββατον ὡς καταπαύσιμος προσηγορεύθη, καὶ ὡς τύπος τῆς ἑβδόμης χιλιοετηρίδος καὶ τῆς τῶν ἁμαρτωλῶν συντελείας, ὡς Ἰώσηπος μαρτυρεῖ καὶ ἡ Λεπτὴ Γένεσις.

 

Κεφάλαιο C

ἀναγκαίως προήχθην καὶ περὶ τούτου δηλῶσαι ἐν μέρει, ὅσα καὶ ἄλλοις ἱστορικοῖς Ἰουδαϊκὰς ἀρχαιολογίας ἢ καὶ Χριστιανικὰς ἱστορίας γράψασι περὶ τούτου εἴρηται ἐκ τῆς λεπτῆς Γενέσεως καὶ τοῦ λεγομένου βίου Ἀδάμ, εἰ καὶ μὴ κύρια εἶναι δοκεῖ, ὡς ἂν μὴ εἰς ἀτοπωτέρας δόξας ἐκπέσοιεν οἱ ταῦτα συζητοῦντες. κεῖται γοῦν ἐν τῷ λεγομένῳ βίῳ Ἀδὰμ ὁ τῶν ἡμερῶν ἀριθμὸς τῆς τε ὀνομασίας τῶν θηρίων καὶ τῆς πλάσεως τῆς γυναικὸς καὶ τῆς εἰσόδου αὐτοῦ Ἀδὰμ ἐν τῷ παραδείσῳ καὶ τῆς περὶ τοῦ ξύλου τῆς βρώσεως ἐντολῆς τοῦ θεοῦ πρὸς αὐτόν, καὶ τῆς μετὰ τούτου εἰσόδου Εὔας ἐν τῷ παραδείσῳ τά τε τῆς παραβάσεως καὶ τὰ μετὰ τὴν παράβασιν, ὡς ὑποτέτακται.

(3, 1) Τῇ πρώτῃ ἡμέρᾳ ἑβδομάδος, ἥτις ἦν τρίτη μὲν ἡμέρα τῆς πλάσεως τοῦ Ἀδάμ, ὀγδόῃ δὲ τοῦ πρώτου μηνὸς Νισάν, πρώτῃ δὲ τοῦ Ἀπριλλίου μηνός, καὶ ἕκτῃ τοῦ παρ' Αἰγυπτίοις Φαρμουθί, ὠνόμασεν Ἀδὰμ τὰ ἄγρια θηρία θείῳ τινὶ χαρίσματι. τῇ δευτέρᾳ ἡμέρᾳ τῆς δευτέρας ἑβδομάδος ὠνόμασε τὰ κτήνη. τῇ τρίτῃ ἡμέρᾳ τῆς δευτέρας ἑβδομάδος ὠνόμασε τὰ πετεινά. τῇ τετάρτῃ ἡμέρᾳ τῆς δευτέρας ἑβδομάδος ὠνόμασε τὰ ἑρπετά. τῇ πέμπτῃ ἡμέρᾳ τῆς δευτέρας ἑβδομάδος ὠνόμασε τὰ νηκτά.

(3, 5) τῇ ἕκτῃ ἡμέρᾳ τῆς δευτέρας ἑβδομάδος, ἥτις ἦν κατὰ μὲν Ῥωμαίους Ἀπριλλίου ἕκτη, κατὰ δὲ Αἰγυπτίους Φαρμουθὶ ἑνδεκάτη, λαβὼν ὁ θεὸς μέρος τι τῆς πλευρᾶς τοῦ Ἀδὰμ ἔπλασε τὴν γυναῖκα.

(3, 9) τῇ τεσσαρακοστῇ ἕκτῃ ἡμέρᾳ τῆς κοσμοποιίας, τετάρτῃ ἡμέρᾳ τῆς ἑβδόμης ἑβδομάδος, Παχὼν τεσσαρεσκαιδεκάτῃ, Μαΐου ἐνάτῃ, ἡλίου ὄντος ταύρῳ καὶ σελήνης σκορπίῳ κατὰ διάμετρον, ἐν τῇ τῶν Πλειάδων ἐπιτολῇ, εἰσήγαγεν ὁ θεὸς τὸν Ἀδὰμ ἐν τῷ παραδείσῳ κατὰ τὴν τεσσαρακοστὴν ἡμέραν τῆς πλάσεως αὐτοῦ. τῇ ὀγδόῃ ἡμέρᾳ τῆς κοσμοποιίας, τεσσαρακοστῇ τετάρτῃ δὲ τῆς πλάσεως τοῦ Ἀδάμ, ἡμέρᾳ κυριακῇ, Παχὼν ὀκτωκαιδεκάτῃ, Μαΐου τρισκαιδεκάτῃ, μετὰ τρεῖς ἡμέρας τῆς ἐν τῷ παραδείσῳ αὐτοῦ εἰσόδου, ἡλίου ὄντος ταύρῳ καὶ σελήνης αἰγοκέρωτι, ἐνετείλατο ὁ θεὸς τῷ Ἀδὰμ ἀπέχεσθαι τῆς βρώσεως τοῦ ξύλου τῆς γνώσεως.

Τῇ ἐνενηκοστῇ τρίτῃ ἡμέρᾳ τῆς κτίσεως, τῇ δευτέρᾳ ἡμέρᾳ τῆς τεσσαρεσκαιδεκάτης ἑβδομάδος, κατὰ τὴν θερινὴν τροπήν, ἡλίου ὄντος καὶ σελήνης καρκίνῳ, τῇ εἰκοστῇ πέμπτῃ τοῦ Ἰουνίου μηνός, Ἐπιφὶ πρώτῃ, εἰσήχθη ὑπὸ τοῦ θεοῦ ἐν τῷ παραδείσῳ ἡ τοῦ Ἀδὰμ βοηθὸς Εὔα, ἐν τῇ ὀγδοηκοστῇ ἡμέρᾳ τῆς πλάσεως αὐτῆς.

(3, 33) ἣν ὁ Ἀδὰμ λαβὼν ὠνόμασεν Εὔαν, ὃ ἑρμηνεύεται ζωή·

(3, 10) διὰ τοῦτο προσέταξεν ὁ θεὸς διὰ Μωϋσέως ἐν τῷ Λευιτικῷ, ἤτοι διὰ τὰς μετὰ τὴν πλάσιν τοῦ χωρισμοῦ αὐτῶν ἡμέρας ἐκ τοῦ παραδείσου, ἐπὶ μὲν ἀρρενογονίας ἀκάθαρτον αὐτὴν εἶναι ἐπὶ τεσσαράκοντα ἡμέρας, (3, 11) ἐπὶ δὲ θηλυτοκίας ἕως ἡμερῶν π. ἐπειδὴ καὶ Ἀδὰμ τῇ μ ἡμέρᾳ τῆς πλάσεως αὐτοῦ εἰσήχθη ἐν τῷ παραδείσῳ, οὗ χάριν καὶ τὰ γεννώμενα τῇ τεσσαρακοστῇ ἡμέρᾳ εἰσφέρουσιν ἐν τῷ ἱερῷ κατὰ τὸν νόμον. ἐπὶ δὲ θήλεος ἀκάθαρτον εἶναι αὐτὴν ἐπὶ ἡμέρας ὀγδοήκοντα, διά τε τὴν ἐν τῷ παραδείσῳ αὐτῆς εἴσοδον τῇ ὀγδοηκοστῇ ἡμέρᾳ καὶ διὰ τὸ ἀκάθαρτον τοῦ θήλεος πρὸς τὸ ἄρσεν.

(3, 13) ἄφεδρος γὰρ πάλιν οὖσα οὐκ εἰσέρχεται ἕως ἑπτὰ ἡμέρας ἐν τῷ ἱερῷ κατὰ τὸν θεῖον νόμον.

Ταῦτα ἐκ τοῦ βίου λεγομένου Ἀδάμ, φιλομαθίας χάριν ἐν συντόμῳ ἐστοιχείωσα.

 

Κεφάλαιο D

(3, 16) ὁ Ἀδὰμ ἀπεσόβει τὰ πετεινὰ καὶ ἑρπετά, συνῆγε τὸν καρπὸν ἐν παραδείσῳ, καὶ σὺν τῇ γυναικὶ αὐτοῦ ἤσθιεν αὐτόν. ταῦτα μὲν οὖν, ἵνα μὴ λέγω, καὶ ἔτι πολλῷ πλείονα τούτων, ἡ Λεπτὴ διέξεισι Γένεσις.

 

Κεφάλαιο E

(3, 21) Ἡ δὲ λεπτὴ Γένεσις λέγει τὸν Ἀδὰμ ἀπροόπτως ἀπὸ τοῦ ξύλου λαβεῖν καὶ φαγεῖν, καὶ μὴ προσχεῖν ὅλως τῷ λόγῳ τῆς Εὔας, ὅτι λειποθυμῶν ἦν ἀπό τε μόχθου καὶ πείνης.

 

Κεφάλαιο F

(3, 23) ὁ ὄφις ἀπὸ κτήνους ἑρπετὸν ἐγένετο, χεῖράς τε καὶ πόδας ἐκέκτητο. ἀφῃρέθη δὲ ταῦτα διὰ τὸ τολμηρῶς εἰς τὸν παράδεισον εἰσελθεῖν, καὶ διὰ τὸ πρῶτος ἀπὸ τοῦ ξύλου λαβεῖν καὶ φαγεῖν.

 

Κεφάλαιο G

(3, 28) Τὰ θηρία καὶ τὰ τετράποδα καὶ τὰ ἑρπετὰ φησὶν ὁ Ἰώσηππος καὶ ἡ λεπτὴ Γένεσις ὁμόφωνα εἶναι πρὸ τῆς παραβάσεως τοῖς πρωτοπλάστοις· διότι, φησίν, ὁ ὄφις ἀνθρωπίνῃ φωνῇ ἐλάλησε τῇ Εὔᾳ, ὅπερ ἀδύνατον εἶναι δοκεῖ.

 

Κεφάλαιο H

(3, 32) Ἐκ τῶν λεπτῶν Γενέσεως. Τῷ ἑβδόμῳ ἔτει παρέβη καὶ τῷ ὀγδόῳ ἐξερρίφησαν τοῦ παραδείσου, ὥς φησι, μετὰ τεσσαράκοντα πέντε ἡμέρας τῆς παραβάσεως, ἐν τῇ ἐπιτολῇ τῶν Πλειάδων.

Ἐποίησε δὲ ὁ Ἀδὰμ ἐν τῷ παραδείσῳ ἑβδομάδα ἡμερῶν τριακοσίων ἑξήκοντα πέντε. καὶ ἐξεβλήθη σὺν τῇ γυναικὶ Εὔᾳ διὰ τὴν παράβασιν τῇ δεκάτῃ τοῦ Μαΐου μηνός

 

Κεφάλαιο J

(3, 34) Τῷ ὀγδόῳ ἔτει, φησίν, ἔγνω ὁ Ἀδὰμ Εὔαν τὴν γυναῖκα αὐτοῦ.

(4, 1) Τῷ ἑβδομηκοστῷ ἔτει ἐγεννήθη αὐτοῖς πρωτοτόκος υἱὸς ὁ Κάϊν.

Τῷ ἑβδομηκοστῷ ἑβδόμῳ ἔτει φασὶ γεγενῆσθαι τὸν δίκαιον Ἄβελ.

Τῷ ὀγδοηκοστῷ πέμπτῳ ἔτει ἐγεννήθη αὐτοῖς θυγάτηρ, καὶ ὠνόμασαν αὐτὴν Ἀσουάμ.

Τῷ ἐνενηκοστῷ ἑβδόμῳ ἔτει προσήνεγκε Κάϊν.

Τῷ ἐνενηκοστῷ ἐνάτῳ ἔτει Ἄβελ ἀνήνεγκε θυσίαν τῷ θεῷ εἰκοστὸν δεύτερον ἔτος ἄγων, κατὰ τὴν πανσέληνον τοῦ ἑβδόμου μηνὸς παρ' Ἑβραίοις, ἤγουν ἐν τῇ σκηνοπηγίᾳ.

Σημειωτέον ὅτι τὴν Κάϊν καρποφορίαν θυσίαν καλεῖ ἡ γραφή, τὰ δὲ τοῦ Ἄβελ δῶρα, δηλοῦσα τὸν τρόπον ἑκατέρου.

(4, 2) Τῷ αὐτῷ ἐνενηκοστῷ ἐνάτῳ ἔτει ἀνεῖλεν ὁ Κάϊν τὸν Ἄβελ, καὶ ἐπένθησαν αὐτὸν οἱ πρωτόπλαστοι ἑβδομαδικοὺς τέσσαρας, ἤγουν ἔτη εἴκοσι ὀκτώ.

(4, 7) Τῷ ἑκατοστῷ εἰκοστῷ ἑβδόμῳ ἔτει ὁ Ἀδὰμ καὶ ἡ Εὔα ἀπέθεντο τὸ πένθος.

(4, 9) Τῷ ἑκατοστῷ τριακοστῷ πέμπτῳ ἔτει ἔλαβεν ὁ Κάϊν τὴν ἰδίαν ἀδελφὴν Ἀσαυνᾶν οὖσαν ἐτῶν ν. αὐτὸς δὲ ἦν ἐτῶν ἑξήκοντα πέντε.

 

Κεφάλαιο K

(4, 9) ὁ μὲν Κάϊν τῇ ἀδελφῇ τῇ μείζονι Σαυὴ οὕτω καλουμένῃ, (4, 11) ὁ δὲ Σὴθ τρίτος υἱὸς μετὰ τὸν Ἄβελ γεννηθεὶς τῇ λεγομένῃ αὐτοῦ ἀδελφῇ Ἀζουρᾷ. (4, 10) γεγόνασι δὲ τῷ Ἀδὰμ καὶ ἄλλοι υἱοί, ὡς ἡ λεπτὴ Γένεσις περιέχει, ἐννέα μετὰ τοὺς τρεῖς τούτους, ὡς εἶναι αὐτῷ δύο μὲν θυγατέρας, ἄρρενας δὲ δώδεκα, ἕνα μὲν ἀποκτανθέντα, ἕνδεκα δὲ περιλειφθέντας τῷ βίῳ.

 

Κεφάλαιο L

(4, 13) γυνὴ ἐνὼς νωα ἡ ἀδελφὴ αὐτοῦ.

(4, 14) γυνὴ καϊνὰν μαωλιθ ἀδελφὴ αὐτοῦ.

(4, 15) γυνὴ μαλελεὴλ δινα θυγάτηρ βαραχιὴλ πατραδέλφου αὐτοῦ.

 

Κεφάλαιο M

(4, 15) (κατὰ διαδοχὴν Καινάν, Μαλελεήλ, Ἰάρεδ.) ὡς δὲ ἡ παράδοσις ἡ εἰς ἡμᾶς ἐλθοῦσα <περι>έχει, ἐντεῦθεν ἤρξατο ἡ κακομηχανία ἐν κόσμῳ γίνεσθαι, καὶ ἀπ' ἀρχῆς μὲν διὰ τῆς τοῦ Ἀδὰμ παρακοῆς, ἔπειτα δὲ διὰ τῆς τοῦ Κάϊν ἀδελφοκτονίας, νῦν δὲ ἐν χρόνοις τοῦ Ἰάρεδ καὶ ἐπέκεινα φαρμακεία καὶ μαγεία, ἀσέλγεια, μοιχεία τε καὶ ἀδικία.

 

Κεφάλαιο N

(4, 18) οὗτος (Ἐνὼχ) πρῶτος γράμματα μανθάνει καὶ διδάσκει, καὶ θείων μυστηρίων ἀποκαλύψεως ἀξιοῦται.

 

Κεφάλαιο O

(4, 16) γυνὴ ϊάρεδ βαραχα θυγάτηρ ἀσουὴλ πατραδέλφου αὐτοῦ (4, 18, cf. supra).

(4, 20) γυνὴ ἐνὼχ εανι θυγάτηρ δανιὴλ πατραδέλφου αὐτοῦ.

(4, 27) γυνὴ μαθουσάλα ἐδνὰ θυγάτηρ ἐζριὴλ πατραδέλφου αὐτοῦ

(4, 28) γυνὴ λάμεχ βεθενως θυγάτηρ βαραχιὴλ πατραδέλφου αὐτοῦ.

 

Κεφάλαιο P

(4, 31) Τῷ αὐτῷ λ ἔτει καὶ Κάϊν ἀπέθανεν ἐμπεσόντος ἐπ' αὐτὸν τοῦ οἴκου. λίθοις γὰρ καὶ αὐτὸς τὸν Ἄβελ ἀνεῖλε. πληρωθέντος οὖν ἐνιαυτοῦ μετὰ θάνατον τοῦ Ἀδὰμ τέθνηκεν.

 

Κεφάλαιο Q

(4, 33) γυνὴ νῶε ἐμζαρα θυγάτηρ βαραχιὴλ πατραδέλφου αὐτοῦ.

 

Κεφάλαιο R

(5, 22) ἔδει γὰρ καὶ ἐνταῦθα πληρωθῆναι τὸ ὑπὸ τοῦ προφήτου εἰρημένον· «εἰσῆλθεν πρὸς ἡμᾶς ἡ κιβωτὸς τοῦ θεοῦ (λέγει δὲ τὴν Χριστοῦ τελείαν ἐνανθρώπησιν) τῇ πέμπτῃ τοῦ μηνὸς τοῦ πέμπτου», ὡς τότε παρ' Ἑβραίοις ἐτελέσθη.

 

Κεφάλαιο S

(7, 1) Τούτῳ τῷ βσνα ἔτει, ὥς φασι, Νῶε ἐφύτευσεν ἀμπελῶνα ἐν ὄρει Λουβὰρ τῆς Ἀρμενίας.

 

Κεφάλαιο T

(8, 2) τῷ βφπε ἔτει Καϊνᾶν διοδεύων ἐν τῷ πεδίῳ

(8, 3) εὗρε τὴν γραφὴν τῶν γιγάντων καὶ ἔκρυψε παρ' ἑαυτῷ.

 

Κεφάλαιο V

(8, 5) γυνὴ καιναν μελχα θυγάτηρ μαδαι υἱοῦ ιαφεθ.

(8, 6) γυνὴ σαλα μωαχα θυγάτηρ χεεδαμ πατραδέλφου αὐτοῦ.

(8, 7) γυνὴ εβερ αζουρα θυγάτηρ νεβρωδ.

 

Κεφάλαιο W

καὶ γὰρ ἐν τῇ Μωϋσέως λεγομένῃ ἀποκαλύψει φέρεται περὶ αὐτῶν, ὅτι (10, 1) μετὰ τὸν κατακλυσμὸν τῷ βφπβ ἔτει τοῦ κόσμου, φθόνῳ κινούμενοι (οἱ ἐγρήγοροι) μετὰ θάνατον ἐπλάνησαν τοὺς υἱοὺς Νῶε· (10, 2) καὶ εὐξαμένου τοῦ Νῶε ἵνα ἀποστῶσιν ἀπ' αὐτῶν,

(10, 7) ὁ κύριος ἐκέλευσε τῷ ἀρχαγγέλῳ Μιχαὴλ βαλεῖν αὐτοὺς εἰς τὴν ἄβυσσον ἄχρι ἡμέρας τῆς κρίσεως· (10, 8) ὁ δὲ διάβολος ᾐτήσατο λαβεῖν μοῖραν ἀπ' αὐτῶν πρὸς πειρασμὸν τῶν ἀνθρώπων

(10, 9) καὶ ἐδόθη αὐτῷ τὸ δέκατον αὐτῶν κατὰ πρόσταξιν θείαν, ὥστε πειράζειν τοὺς ἀνθρώπους πρὸς δοκιμὴν τῆς ἑκάστου πρὸς θεὸν προαιρέσεως, τὰ δὲ λοιπὰ ἐννέα μέρη ἐβλήθη εἰς τὴν ἄβυσσον. ἡμῖν δὲ ἀσύμφωνον εἶναι τοῦτο δοκεῖ, ἄνθρωπον ζῶντα ὑπὸ τῆς τοῦ τεθνεῶτος ψυχῆς πειράζεσθαι. διὸ παραινοῦμεν καὶ ἡμεῖς τοὺς ἐντυγχάνοντας ἢ ἐνταῦθα ἢ ἀλλαχοῦ τοῖς ἀποκρύφοις μὴ ἐν πᾶσιν ἕπεσθαι ταῖς ἐννοίαις ταῖς φερομέναις ἐν αὐταῖς.

 

Κεφάλαιο X

(10, 18) γυνὴ φαλεχ δυμνα θυγάτηρ σεννααρ.

(10, 21) Ἡ διαθήκη· ἐπὶ μγ ἔτη ἔμειναν οἰκοδομοῦντες. τὸ ὕψος ευλγ πήχεις, καὶ δύω παλαισταί. τὸ πλάτος ἐπὶ σγ πλίνθους. τῆς πλίνθου τὸ ὕψος, τρίτον μιᾶς πλίνθου. <τὸ ἔκταμα τοῦ ἑνὸς τοίχου> στάδιοι ιγ <καὶ τοῦ ἄλλου> λ.

 

Κεφάλαιο Z

(10, 21) ἐπὶ γὰρ ἔτη τεσσαράκοντα οἰκοδομήσαντες, ἐκείνου (Νεβρὼδ) μάλιστα παρορμῶντος αὐτοὺς εἰς ἀποστασίαν, (10, 24) συνεχύθησαν διαιρεθέντες εἰς πολυγλωσσίαν ὑπὸ τοῦ θεοῦ. ἐκεῖνος (Νεβρὼδ) δὲ ἔμεινεν ἐκεῖ κατοικῶν καὶ μὴ ἀφιστάμενος τοῦ πύργου, βασιλεύων μερικοῦ τινος πλήθους, (10, 26) ἐφ' ὃν ὁ πύργος ἀνέμῳ βιαίῳ, ὡς ἱστοροῦσι, καταπεσὼν θείᾳ κρίσει τοῦτον ἐπάταξε.

 

Κεφάλαιο A*

(11, 1) γυνὴ ραγαυ ωρα θυγάτηρ ὀῦρ υἱοῦ χεζα

 

Κεφάλαιο B*

(11, 1) Ῥαγὰβ γενόμενος ἑκατὸν τριακονταδύο ἐτῶν ἐγέννησε τὸν Σερούχ.

(11, 2) ἐπὶ τούτου οἱ ἄνθρωποι τὸν κατ' ἀλλήλων αὐξήσαντες τῦφον στρατηγούς τε ἑαυτοῖς κατεστήσαντο καὶ βασιλεῖς. καὶ τότε πρώτως πολεμικὰ κατασκευάσαντες ὄργανα πολεμεῖν ἀλλήλοις ἐνήρξαντο.

 

Κεφάλαιο C*

(11, 7) γυνὴ σερουχ μελχα θυγάτηρ χαβερ πατραδέλφου αὐτοῦ

(11, 9) γυνὴ ναχωρ ιεσθα θυγάτηρ νεσθα τοῦ χαλδαίου

 

Κεφάλαιο D*

(11, 8) αὐξηθέντα δὲ τὸν Ναχὼρ ἐδίδαξεν ὁ πατὴρ πάντων ἐπίλυσιν οἰωνῶν, τῶν τε ἐν οὐρανῷ σημείων διακρίσεις καὶ τῶν ἐπὶ γῆς ἁπάντων, καὶ πᾶσαν Χαλδαϊκὴν μαντείαν (11, 9, cf. supra).

(11, 14) Ναχὼρ δὲ γενόμενος οθ ἐτῶν ἐγέννησε τὸν Θάρρα. Νίνου δὲ τοῦ πρώτου βασιλέως τῶν Ἀσσυρίων τεσσαρακοντὸν τρίτον ἄγοντος ἔτος τῆς βασιλείας γεννᾶται Ἀβραάμ ... Θάρρα δὲ γενόμενος ἐτῶν ο ἐγέννησεν ἐκ γυναικὸς Ἔδνας, θυγατρὸς Ἀβραὰμ πατραδέλφου αὐτοῦ, τὸν Ἀβραάμ, ὅντινα ἡ μήτηρ ἐκάλεσεν ἐπ' ὀνόματι τοῦ ἑαυτῆς πατρός· ἔφθη γὰρ ἐκεῖνος πρὸ τῆς τούτου γεννήσεως τετελευτηκέναι.

 

Κεφάλαιο E*

(11, 16) θεοφιλὴς δὲ ὢν καὶ τοῖς κτίσμασι τὸν νοῦν ἑαυτοῦ μὴ καταδεξάμενος ἐᾶσαι ἐνδιατρίβειν, (11, 17) ἀλλ' ἐπὶ τὸν γενεσιουργὸν ἐκ τῆς τῶν κτισμάτων ἀναχθεὶς καλλονῆς θείας ἐλλάμψεως ἠξιώθη, ἔτι διατρίβων ἐν τῇ πατρίδι, ὥς φησιν ἐν ταῖς πράξεσιν ὁ πρωτομάρτυς, καθὼς καὶ προσεσήμανται.

 

Κεφάλαιο F*

(12, 9) σαρα θυγάτηρ ἦν τοῦ αρραν ἀδελφὴ τῆς μελχας καὶ τοῦ λωτ, ὡς ἱστορεῖ ἰώσηπος.

 

Κεφάλαιο G*

(12, 12) Τῷ γτογ ἔτει τοῦ κόσμου, Ἀβραὰμ δὲ ξα, ἐνεπύρισεν Ἀβραὰμ τὰ εἴδωλα τοῦ πατρὸς αὐτοῦ

(12, 14) καὶ συγκατεκαύθη αὐτοῖς Ἀρρὰν θέλων σβέσαι τὸ πῦρ ἐν νυκτί. καὶ ἐξῆλθε Θαρὰ σὺν Ἀβραὰμ τοῦ ἐλθεῖν εἰς γῆν Χαναάν, καὶ μεταγνοὺς ᾤκησεν ἐν  Χαρρὰν εἰδωλομανῶν ἕως θανάτου αὐτοῦ.

 

Κεφάλαιο H*

(12, 26) Ὁ ἄγγελος ὁ λαλῶν τῷ Μωϋσῇ εἶπεν αὐτῷ, ὅτι τὸν Ἀβραὰμ ἐγὼ ἐδίδαξα τὴν Ἑβραΐδα γλῶσσαν κατὰ τὴν ἀπ' ἀρχῆς κτίσεως λαλεῖν τὰ πάτρια πάντα, ὡς ἐν λεπτῇ κεῖται Γενέσει.

 

Κεφάλαιο J*

(16, 9) ἐκ τοῦ λὼτ μωαβήται καὶ ἀμανίται σπέρμα κατάρατον ἐκ παρανόμου μίξεως

(15, 17) οὗτος ὁ ἀβραὰμ ἐτῶν ρ ἐγέννησεν τὸν ἰσαάκ.

 

Κεφάλαιο K*

(16, 10) μετὰ ταῦτα τῆς κατὰ Μαβρῆ δρυὸς ἀπαναστὰς ὁ Ἀβραὰμ ἐπὶ τὸ φρέαρ κατασκηνοῖ τοῦ ὅρκου.

(16, 21) ἑαυτῷ δὲ ἰδίᾳ καὶ τοῖς οἰκέταις αὐτοῦ κατὰ συγγενείας πηξάμενος σκηνάς, τότε πρῶτον Ἀβραὰμ τῆς σκηνοπηγίας ἐπὶ ἑπτὰ ἡμέρας ἐπιτελεῖ τὴν ἑορτήν, ἣν εἰσέτι καὶ νῦν ὁ Ἰουδαῖος ἑορτάζει σκηνοπηγῶν.

 

Κεφάλαιο L*

(16, 31) Πρῶτος Ἀβραὰμ ἐκύκλου τὸ θυσιαστήριον κλάδοις φοινίκων καὶ ἐλαιῶν.

 

Κεφάλαιο M*

(17, 15) τὸν ἰσαὰκ ἐτῶν κε φησὶν εἶναι ὅτε πρὸς θυσίαν ἀνήχθη.

 

Κεφάλαιο N*

(17, 16) Μαστιφὰμ ὁ ἄρχων  τῶν δαιμονίων, ὥς φησιν ἡ λεπτὴ Γένεσις, προσελθὼν τῷ θεῷ εἶπεν, εἰ ἀγαπᾷ σε Ἀβραάμ, θυσάτω σοι τὸν υἱὸν αὐτοῦ.

 

Κεφάλαιο O*

(18, 13) εἰς ἐκεῖνον δὲ τὸν τόπον λέγει τὸν Ἀβραὰμ οἰκοδομῆσαι ἔνθα δαβὶδ ὕστερον ἱδρύσατο τὸ ἱερόν.

(19, 11) ἐγέννησεν πάλιν Ἀβραὰμ ἐκ τῆς ἐσχάτης αὐτοῦ γυναικὸς χετούρας υἱοὺς πέντε.

(19, 13) ἐτῶν δὲ ξ ὃν ὁ ἰσαὰκ ἐγέννησεν τὸν ἰακώβ.

 

Κεφάλαιο P*

(22, 4) Κολλυρίδας ποιήσασα Ῥεβέκκα, ὥς φησιν Ἰώσηππος, ἔδωκε τῷ Ἰακὼβ καὶ εἰσήγαγε μεθ' ἑτέρων δώρων πρὸς Ἰσαάκ. καὶ εὐλόγησεν αὐτὸν Ἰσαὰκ καὶ εὐλογῶν αὐτὸν πολυτρόπως καὶ κατέχων αὐτὸν ἐν τοῖς κόλποις αὐτοῦ ἐτελεύτησεν, ἀφυπνώσαντος τοῦ Ἀβραὰμ τῷ ιε ἔτει τῆς ζωῆς Ἰακώβ.

 

Κεφάλαιο Q*

(26, 34) Τῷ Ἡσαῦ ἔφη ἐν ταῖς εὐλογίαις ὁ Ἰσαάκ, ἔσται δὲ ἡνίκα ἂν καθέλῃς καὶ ἐκλύσῃς τὸν ζυγὸν αὐτοῦ ἀπὸ τοῦ τραχήλου σου
[πλημμελήσῃς εἰς θάνατον].

 

Κεφάλαιο R*

(29, 12) Ἰωσήππου. Τῷ ρνγ ἔτει τοῦ Ἰσαὰκ ἐπανῆλθεν Ἰακὼβ πρὸς αὐτὸν ἀπὸ Μεσοποταμίας.

(31, 9) καὶ ἀναβλέψας Ἰσαὰκ καὶ ἰδὼν τοὺς υἱοὺς Ἰακὼβ

(31, 14) ηὐλόγησε τὸν Λευὶ ὡς ἀρχιερέα

(31, 18) καὶ τὸν Ἰούδαν ὡς βασιλέα καὶ ἄρχοντα.

(35, 9) ἡ Ῥεβέκκα ᾔτησε τὸν Ἰσαὰκ ἐν τῷ γήρᾳ παραινέσαι τῷ Ἡσαῦ καὶ τῷ Ἰακὼβ ἀγαπᾶν ἀλλήλους.

(36, 1) καὶ παραινέσας αὐτοῖς προεῖπεν ὅτι (36, 9) ἐὰν ἐπαναστῇ τῷ Ἰακὼβ ὁ Ἡσαῦ, εἰς χεῖρας αὐτοῦ πεσεῖται. (37, 1) μετὰ οὖν τὸ τελευτῆσαι τὸν Ἰσαὰκ κινηθεὶς ὑπὸ τῶν υἱῶν ὁ Ἡσαῦ

(37, 9) καὶ ἀθροίσας  ἔθνη ἦλθε κατὰ τοῦ Ἰακὼβ καὶ τῶν υἱῶν αὐτοῦ εἰς πόλεμον.

(37, 17) Ἰακὼβ δὲ ἀποκλείσας τὰς πύλας τῆς βάρεως παρεκάλει τὸν Ἡσαῦ μνησθῆναι τῶν γονικῶν ἐντολῶν.

(37, 18) τοῦ δὲ μὴ ἀνεχομένου, ἀλλ' ὑβρίζοντος καὶ ὀνειδίζοντος,

(38, 1) βιασθεὶς Ἰακὼβ ὑπὸ τοῦ Ἰούδα

(38, 2) ἐνέτεινε τόξον καὶ πλήξας κατὰ τοῦ δεξιοῦ μαζοῦ τὸν Ἡσαῦ κατέβαλε.

(38, 3) τοῦ δὲ θανόντος ἀνοίξαντες τὰς πύλας οἱ υἱοὶ Ἰακὼβ ἀνεῖλον τοὺς πλείστους.

Ταῦτα ἐν λεπτῇ Γενέσει φέρεται.

 

Κεφάλαιο S*

(46, 3) Ἰωσὴφ ιζ ἐτῶν ἐπράθη καὶ τριὰ ἔτη ἐποίησεν δοῦλος καὶ γ ἔτη ἐν τῇ φυλακῇ καὶ π πάσης γῆς ἐγύπτου ἄρχων.

 

Κεφάλαιο T*

(46, 14) τόν τε γὰρ ποταμὸν εἰς διώρυχας πλείστας κατατεμεῖν αὐτοῖς ἐπέταξαν, καὶ οἰκοδομῆσαι τείχη ταῖς πόλεσι καὶ χώματα ἀνεγεῖραι, ἵνα δι' αὐτῶν ὁ ποταμὸς λιμνάζειν ἀνείργοιτο, καὶ ἀνιστᾶν πυραμίδας, καὶ τούτοις τοὺς Ἑβραίους ἐξέτρυχον.

 

Κεφάλαιο V*

(47, 3) Ὅτι ἐν τῇ λεπτῇ Γενέσει κεῖται μόνους δέκα μῆνας ῥιφῆναι τὰ βρέφη τῶν Ἰσραηλιτῶν ἐν τῷ ποταμῷ, ἕως οὗ ἀνελήφθη Μωϋσῆς ὑπὸ τῆς βασιλίσσης.· διὰ τοῦτο δέκα πληγαὶ ἐδόθησαν ἐν δέκα μησὶ τοῖς Αἰγυπτίοις.

 

Κεφάλαιο W*

(47, 5) ὁ δ αὐτὸς υἱὸς τῇ θυγατρὶ Φαραῷ Θερμούθιδι, τῇ καὶ Φαρίῃ, βασιλίδι οὔσῃ εἰσποιηθείς, καὶ πᾶσαν Αἰγυπτίων ἀσκηθεὶς παίδευσιν, ὡς βασιλίδος υἱός, δικαίως ἂν κληθείη κατὰ κόσμον βασιλεὺς ἐξ ὕδατος ...

 

Κεφάλαιο X*

(Ὅτι Εὐπόλεμός φησι τὸν Μωϋσέα πρῶτον σοφὸν γενέσθαι ...) (48, 1) καταλιπὼν δὲ Μωϋσῆς τὰς κατ' Αἴγυπτον διατριβὰς εἰς τὴν ἔρημον ἐφιλοσόφει, διδασκόμενος παρὰ τοῦ ἀρχαγγέλου Γαβριὴλ τὰ περὶ τῆς γενέσεως τοῦ κόσμου ... (et cf. Rés., p. 70).

(48, 5) καὶ ὅτι ἐν ρμδ ἔτει τῆς ἐν Αἰγύπτῳ δουλείας ἤρξαντο Αἰγύπτιοι δέχεσθαι τὴν δεκάπληγον. ἐν μηνὶ Ἰουνίῳ τὰ ὕδατα εἰς αἷμα μετεβλήθη, Ἰουλίῳ βάτραχοι, Αὐγούστῳ σκνῖπες, Σεπτεμβρίῳ κυνόμυια, Ὀκτωβρίῳ κτηνῶν πτῶσις, Νοεμβρίῳ φλυκτίδες καὶ ἕλκη, Δεκεμβρίῳ χάλαζα, Ἰανουαρίῳ ἀκρίς, Φεβρουαρίῳ σκότος ἡμέρας τρεῖς, Μαρτίῳ τὰ πρωτότοκα. τῇ ιδ τούτου τοῦ μηνὸς σκυλεύσαντες τοὺς Αἰγυπτίους ἐξῆλθον, προστάξει θεοῦ τοῦτο πεποιηκότες.

 

Κεφάλαιο Y*

(48, 14) διὰ τοῦτο δέκα πληγαὶ ἐδόθησαν ἐν δέκα μησὶ τοῖς Αἰγυπτίοις, καὶ τέλος ἐν τῇ θαλάσσῃ κατεστράφησαν ὃν τρόπον τὰ βρέφη τῶν Ἑβραίων ἐν τῷ ποταμῷ ἀπέπνιγον, χιλίων ἀνδρῶν ἀποπνιγέντων ἰσχυρῶν Αἰγυπτίων ἀνθ' ἑνὸς βρέφους Ἰσραηλιτικοῦ.