Ἀπολυτίκιον
Ἦχος πλ. α ́. Τὸν συνάναρχον Λόγον.
Προσευχῆς ἀενάου λαμπτὴρ νεόφωτε, Κατουνακίων οἰκῆτορ, Ἁγίου Ὄρους πυρσέ, ὁ
φωτίσας ἀρετῶν σου τοῖς πυρσεύμασι πάντας, θειότατε Ἐφραίμ, καὶ εἰς ὕψος
ἐπαρθεὶς θεώσεως ἀπαθείᾳ καὶ νήψει, μὴ διαλείπῃς Χριστὸν ἡμῖν καθιλεούμενος.
Έτερον Ἀπολυτίκιον
Ἦχος πλ. α ́. Τὸν συνάναρχον Λόγον.
Τὸ γλυκύφθογγον δεῦτε καὶ καλλικέλαδον Κατουνακίων στρουθίον, πνευματοφόρον
Ἐφραίμ, ἀσκητῶν τῶν τῆς ἐρήμου ἰσοστάσιον, μέλψωμεν ὕμνοις μελιχροῖς νοερᾶς
ὡς προσευχῆς διδάσκαλον καὶ πυξίον σκληραγωγίας σαρκίου, αὐτοῦ λιτὰς
ἀπεκδεχόμενοι.
Κοντάκιον
Ἦχος πλ. δ ́. Τῇ Ὑπερμάχῳ.
Σκληραγωγούμενον, εὐχόμενον καὶ νήφοντα Κατουνακίων ἀσκητὴν ἐγκωμιάσωμεν,
ἀρετῶν τὸν ἀναβάντα πασῶν βαθμίδας τὰς θυρίδας τοῦ νοὸς διὰ καθάρσεως ,ὡς
ἰσάγγελον βροτὸν ψαλμοῖς καὶ ᾄσμασι θείοις κράζοντες· Χαίροις, Πάτερ
θειότατε.
Έτερον Κοντάκιον
Ἦχος πλ. δ ́. Τῇ Ὑπερμάχῳ.
Κατουνακίων θεαυγέστατον οἰκήτορα, πνευματοφόρον, γρηγοροῦντα, χαριέστατον
καὶ ποθοῦντα τὴν τελείωσιν εὐσχημόνως μελῳδήσωμεν Ἐφραὶμ ὡς ἐνασκήσεως
ἰσαγγέλου κρίνον εὔοσμον κραυγάζοντες μετὰ πίστεως· Χαίροις, Πάτερ πανόσιε.
Μεγαλυνάριον
Χαίροις, ὁ ἀσκήσας ὑπερφυῶς ἐν Κατουνακίοις καὶ ἐγγίσας τὸν οὐρανὸν στάσεσι
παννύχοις, δεήσεσι καὶ νήψει, Ἐφραὶμ πνευματοφόρε, Ἄθωνος κλέϊσμα.
Ὁ Οἶκος
Ἄγγελοι καθορῶντες ἐν τοῖς Κατουνακίοις ἐξέστησαν, Ἐφραίμ, σοὺς καμάτους,
καὶ σεμνῶνδῆμοι Ἀθωνιτῶν μονοτρόπων χάριν τὴν ἐνοικοῦσάν σοι θεώμενοι
ἀνέκραζον ψυχῆς ἐν κατανύξει ταῦτα·
Χαῖρε, ἀσώματος σαρκοφόρος·
χαῖρε, οὐράνιος κληρονόμος.
Χαῖρε, ἀπαθείας καὶ νήψεως πρόβολος·
χαῖρε, ἀκτησίας καὶ χάριτος ἔνοικος.
Χαῖρε, βάθρον ἀδιάσειστον προσευχῆς καρδιακῆς·
χαῖρε, ῥεῖθρον διειδέστατον ἀκραιφνοῦς ὑπακοῆς.
Χαῖρε, ὁ μαθητεύσας Ἰωσὴφ παρὰ πόδας·
χαῖρε,ὁ πᾶσι δείξας ἀρετὴν σῆς καρδίας.
Χαῖρε, Θηβῶν βλαστὸς ἐνθεώτατος·
χαῖρε, κανὼν καὶ γνώμων χρηστότητος.
Χαῖρε, οἰκῆτορ τῶν Κατουνακίων·
χαῖρε, ἀκέστορ τῶν σοὶ προσιόντων.
Χαίροις, Πάτερ πανόσιε.
Κάθισμα
Ἦχος α ́. Τὸν τάφον Σου,Σωτήρ.
Μετὰ τὴν α ́ Στιχολογίαν
Θεόπνουν ἀσκητήν, ὁσιότητος κέρας, φανὸν ὑπακοῆς, προσευχῆς ἀσιγήτου σεπτὸν
ἐργαστήριον ὁλοθύμως τιμήσωμεν, ὡς ἀσκήσεως, Ἐφραίμ, συντόνου πυξίον καὶ
οἰκήτορα Κατουνακίων ἐν Ἄθω λαμπρὸν σεμνολόγημα.
Έτερον Κάθισμα
Ἦχος δ ́. Ταχὺ προκατάλαβε.
Μετὰ τὴν β ́ Στιχολογίαν
Ἀξίως ὑμνοῦμέν σε ὡς ἀσκητῶν καλλονήν,τ οῦ Ἄθωνος σέμνωμα καὶ θησαυρὸν
τιμαλφῆ, Ἐφραίμ, θείας πίστεως, γέρας Κατουνακίων, μονοτρόπων ἀλεῖπτα,
ἄριστε κατευθῦντορ πρὸς ὁδοὺς σωτηρίας ψυχῶν καὶ πρεσβευτὰ πρὸς Θεὸν πάντων
θερμότατε.
Έτερον Κάθισμα
Ἦχος γ ́. Τὴν ὡραιότητα.
Μετὰ τὸν Πολυέλεον
Τὸν γεωργήσαντα δακρύων χεύμασιν ἐρήμου ἄγονον, Ἐφραίμ, τιμήσωμεν
Κατουνακίων καὶ καρπὸν πολύφορον ἐνεγκόντα ἀρετῆς τῷ Κτίσαντι ἀσκητῶν ὡς
ὡράϊσμα, ἄρτι ὄρος Ἄθωνος ἁγιάσαντα κράζοντες ἐν ἄκρᾳ εὐλαβείᾳ· Ὁσίων, χαῖρε,
νεοφανῶν λαμπρότης.
Έτερον Κάθισμα
Ἦχος γ ́. Θείας πίστεως.
Ἴον εὔοσμον Κατουνακίων, ὄρους ἔνοικε ἁγιωνύμου καὶ ὁσίων νεαυγῶν
ἐγκαλλώπισμα, πνευματοφόρε Ἐφραίμ, ὡς ἀσώματος ἐπολιτεύσω καὶ μέροψ
ἰσάγγελος· ὅθεν πόνους σου συντόνους στεῤῥᾶς ἀσκήσεως ὑμνοῦντες εὐθαρσῶς σε
μακαρίζομεν.
Ἰδιόμελον ἐκ τῆς Λιτῆς
Ἦχος α ́.
Εὐφραίνου ἐν Κυρίῳ ὁ Ἁγιώνυμος Ἄθως καὶ ἀγαλλιᾶσθε, οἱ ἐν Κατουνακίοις
θεοφιλῶς ἀσκούμενοι, ἐπὶ τῇ σεβασμίᾳ μνήμῃ τοῦ νεολαμποῦς φωστῆρος τῆς
Ἐκκλησίας, Ἐφραὶμ τοῦοὐρανόφρονος· οὗτος γὰρ ἀναλαβὼν τὴν πανοπλίαν τῆς
πίστεως, θώρακα δικαιοσύνης, καὶ ἀσπίδα νηστείας, ἐθριάμβευσεν ἐν ταῖς
μάχαις κατὰ τοῦ Βελίαρ· ὡς νικητὴς οὖν παρεστὼς τῷ Κυρίῳ οὐ παύει Αὐτὸν ἡμῖν
ἱλεούμενος, τοῖς ἑορτάζουσι πόθῳ αὐτοῦ μνήμην τὴν πανσεβάσμιον.
Έτερον Ἰδιόμελον ἐκ τῆς Λιτῆς
Ἦχος β ́.
Ὁ ἀγαπήσας ἐκ μυχίων καρδίας Χριστοῦ τὴνπτωχείαν καὶ κατακοσμήσας τὸ μέλαν
καὶ εὐτελέστατον τῆς ἀσκήσεως τριβώνιον μαργάροις δακρύων, ἀξίως θεόθεν,
Ἐφραίμ, δεδόξασαι· ὅθεν ἐξεστηκότες πάντες οἱ φιλόσιοι ταῖς σαῖς ἀριστείαις
ἐν κατανύξει τιμῶμέν σε ὡς ἰσάγγελον ἄνθρωπον καὶ τὰς θεοπειθεῖς εὐχάς σου
ἀπεκδεχόμεθα πρὸς ἀρετῆς ὁλοκλήρωσιν καὶ ζωὴν τὴν αἰώνιον.
Έτερον Ἰδιόμελον ἐκ τῆς Λιτῆς
Ἦχος γ ́.
Στερούμενος, θλιβόμενος καὶ κακουχούμενος, ἀγρυπνῶν, εὐχόμενος, ἀσιτῶν καὶ
νήφων διέπλευσας τὸ πολυκύμαντον πέλαγος τῆς ἀσκήσεως ἐν Ἁγιωνύμῳ Ὄρει,
Ἐφραὶμ τρισμακάριστε· ἀνελθὼν οὖν ἀρετῶν τὴν κλίμακα καὶ οὐρανοπολίτης
γενόμενος χάριν εὗρες πρεσβεύειν Κυρίῳ ὑπὲρ τῶν τιμώντων σε.
Έτερον Ἰδιόμελον ἐκ τῆς Λιτῆς
Ἦχος δ ́.
Πνευματικὴν παλαίστραν Κατουνάκια ἀναδείξας, συντόνοις καμάτοις ἐν αὐτοῖς
ἐπύκτευσας πτερνιστὴν τὸν ἀρχαῖον, Ἐφραὶμ πανόσιε· νικηφόρους οὖν ἐπιτελέσας
ἀγῶνας καὶ Νικηφόρῳ, σῷ σκληρῷ ἐν παιδαγωγίᾳ Γέροντι, σὺν Χριστῷ εὐαρεστήσας
καμάτοις σου ἀπῆλθες Αὐτῷ ὑπαντῆσαι ἐν πόλῳ, τῷ παρέχοντι πᾶσι τὸ μέγα ἔλεος.